Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἵνα δὲ σαφῆ τὴν περὶ τούτων ἱστορίαν ποιήσωμεν, τὰς αἰτίας τοῦ πολέμου προεκθησόμεθα μικρὸν ἀναλαβόντες τοὺς οἰκείους χρόνους. τῶν γὰρ Αἰγυπτίων ἀπὸ Περσῶν ἀποστάντων κατὰ τοὺς ἀνωτέρω χρόνους Ἀρταξέρξης ὁ ἐπικληθεὶς Ὦχος αὐτὸς μὲν οὐκ ὢν φιλοπόλεμος ἐφʼ ἡσυχίας ἔμενεν, ἀποστέλλων δὲ δυνάμεις καὶ στρατηγοὺς πολλάκις ἀπετύγχανε διὰ τὴν κακίαν καὶ ἀπειρίαν τῶν ἡγεμόνων.

διὸ καὶ καταφρονηθεὶς ὑπὸ τῶν Αἰγυπτίων ἠναγκάζετο καρτερεῖν διά τε τὴν ἀργίαν καὶ τὸ τῆς ψυχῆς εἰρηνικόν. κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς τῶν Φοινίκων καὶ τῶν ἐν Κύπρῳ βασιλέων μιμησαμένων τοὺς Αἰγυπτίους καὶ διὰ τὴν καταφρόνησιν ἐπὶ τὴν ἀπόστασιν ὁρμησάντων παροξυνθεὶς ἔκρινε πολεμεῖν τοὺς ἀφεστηκότας.

τὸ μὲν οὖν στρατηγοὺς ἐκπέμπειν ἀπεδοκίμασε, διʼ ἑαυτοῦ δὲ τοὺς ὑπὲρ τῆς βασιλείας ἀγῶνας ποιήσασθαι διέγνω. διόπερ ὅπλων καὶ βελῶν καὶ σίτου καὶ δυνάμεων μεγάλας παρασκευὰς ποιησάμενος ἤθροισε πεζῶν μὲν τριάκοντα μυριάδας, ἱππέων δὲ τρεῖς, τριήρεις δὲ τριακοσίας, φορτηγοὺς δὲ καὶ τὰς ἄλλας τὰς τὴν ἀγορὰν κομιζούσας πεντακοσίας.

ἤρξατο δὲ καὶ πρὸς Φοίνικας πολεμεῖν διὰ τοιαύτας τινὰς αἰτίας. κατὰ τὴν Φοινίκην ἐστὶ πόλις ἀξιόλογος ὀνόματι Τρίπολις, οἰκείαν ἔχουσα τῇ φύσει τὴν προσηγορίαν· τρεῖς γάρ εἰσιν ἐν αὐτῇ πόλεις σταδιαῖον ἀπʼ ἀλλήλων ἔχουσαι διάστημα· ἐπικαλεῖται δὲ τούτων ἡ μὲν Ἀραδίων, ἡ δὲ Σιδωνίων, ἡ δὲ Τυρίων. ἀξίωμα δʼ ἔχει μέγιστον αὕτη τῶν κατὰ τὴν Φοινίκην πόλεων, ἐν ᾗ συνέβαινεν τοὺς Φοίνικας συνέδριον ἔχειν καὶ βουλεύεσθαι περὶ τῶν μεγίστων.

τῶν δὲ σατραπῶν καὶ στρατηγῶν ἐν τῇ Σιδωνίων διατριβόντων καὶ κατὰ τὰς τῶν πραγμάτων ἐπιταγὰς ὑβριστικῶς καὶ ὑπερηφάνως προσφερομένων τοῖς Σιδωνίοις οἱ κακούμενοι τὴν ἐπήρειαν χαλεπῶς φέροντες ἔγνωσαν ἀποστῆναι τῶν Περσῶν.

πείσαντες δὲ καὶ τοὺς ἄλλους Φοίνικας τῆς αὐτονομίας ἀντέχεσθαι διεπρεσβεύσαντο πρὸς τὸν Αἰγυπτίων βασιλέα Νεκτανεβώ, πολέμιον ὄντα Περσῶν, καὶ πείσαντες παραλαβεῖν αὐτοὺς εἰς τὴν συμμαχίαν παρεσκευάζοντο τὰ πρὸς τὸν πόλεμον.

τῆς δὲ Σιδῶνος εὐδαιμονίᾳ διαφερούσης καὶ τῶν ἰδιωτῶν διὰ τὰς ἐμπορίας μεγάλους περιπεποιημένων πλούτους ταχὺ τριήρεις τε πολλαὶ κατεσκευάσθησαν καὶ μισθοφόρων πλῆθος ἠθροίσθη, πρὸς δὲ τούτοις ὅπλα καὶ βέλη καὶ σῖτος καὶ τἄλλα πάντα τὰ πρὸς πόλεμον χρήσιμα συντόμως κατεσκευάσθη.

κατάρχοντες δὲ τῆς ἔχθρας τὸν μὲν βασιλικὸν παράδεισον, ἐν ᾧ τὰς καταλύσεις οἱ τῶν Περσῶν βασιλεῖς εἰώθεισαν ποιεῖσθαι, δενδροτομήσαντες διέφθειραν· ἔπειτα τὸν ἠθροισμένον ὑπὸ τῶν σατραπῶν εἰς τὸν πόλεμον τοῖς ἵπποις χόρτον ἐνέπρησαν, τὸ δὲ τελευταῖον τοὺς τὰς ὕβρεις ἐπιτελεσαμένους Πέρσας συλλαβόντες ἐτιμωρήσαντο.

τοῦ δὲ πολέμου τοῦ πρὸς τοὺς Φοίνικας ταύτην τὴν καταρχὴν λαβόντος ὁ βασιλεὺς πυθόμενος τὰ τετολμημένα τοῖς ἀποστάταις πᾶσι μὲν τοῖς Φοίνιξιν ἠπείλει, μάλιστα δὲ τοῖς Σιδωνίοις.