Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
καὶ χρόνον μέν τινα τοὺς βουλομένους μαντεύεσθαι προσιόντας τῷ χάσματι ποιεῖσθαι τὰς μαντείας ἀλλήλοις· μετὰ δὲ ταῦτα πολλῶν καθαλλομένων εἰς τὸ χάσμα διὰ τὸν ἐνθουσιασμὸν καὶ πάντων ἀφανιζομένων δόξαι τοῖς κατοικοῦσι περὶ τὸν τόπον, ἵνα μηδεὶς κινδυνεύῃ, προφῆτίν τε μίαν πᾶσι καταστῆσαι γυναῖκα καὶ διὰ ταύτης γίνεσθαι τὴν χρησμολογίαν. ταύτῃ δὲ κατασκευασθῆναι μηχανὴν, ἐφʼ ἣν ἀναβαίνουσαν ἀσφαλῶς ἐνθουσιάζειν καὶ μαντεύεσθαι τοῖς βουλομένοις.
εἶναι δὲ τὴν μηχανὴν τρεῖς ἔχουσαν βάσεις, ἀφʼ ὧν αὐτὴν τρίποδα κληθῆναι· σχεδὸν δὲ πάντας τούτου τοῦ κατασκευάσματος ἀπομιμήματα γίνεσθαι τοὺς ἔτι καὶ νῦν κατασκευαζομένους χαλκοῦς τρίποδας. ὃν μὲν οὖν τρόπον εὑρέθη τὸ μαντεῖον καὶ διʼ ἃς αἰτίας ὁ τρίπους κατεσκευάσθη ἱκανῶς εἰρῆσθαι νομίζω.
θεσπιῳδεῖν δὲ τὸ ἀρχαῖον λέγεται παρθένους διά τε τὸ τῆς φύσεως ἀδιάφθορον καὶ τὸ τῆς Ἀρτέμιδος ὁμογενές· ταύτας γὰρ εὐθετεῖν πρὸς τὸ τηρεῖν τὰ ἀπόρρητα τῶν χρησμῳδουμένων. ἐν δὲ τοῖς νεωτέροις χρόνοις φασὶν Ἐχεκράτη τὸν Θετταλὸν παραγενόμενον εἰς τὸ χρηστήριον καὶ θεασάμενον τὴν χρησμολογοῦσαν παρθένον ἐρασθῆναι διὰ τὸ κάλλος αὐτῆς καὶ συναρπάσαντα βιάσασθαι· τοὺς δὲ Δελφοὺς διὰ τὸ γεγενημένον πάθος εἰς τὸ λοιπὸν νομοθετῆσαι μηκέτι παρθένον χρηστηριάζειν, ἀλλὰ γυναῖκα πρεσβυτέραν πεντήκοντα ἐτῶν χρησμολογεῖν· κοσμεῖσθαι δʼ αὐτὴν παρθενικῇ σκευῇ, καθάπερ ὑπομνήματι τῆς παλαιᾶς προφήτιδος. τὰ μὲν οὖν περὶ τῆς εὑρέσεως τοῦ μαντείου μυθολογούμενα τοιαῦτʼ ἐστίν· ἡμεῖς δʼ ἐπανήξομεν ἐπὶ τὰς Φιλομήλου πράξεις.
οὗτος γὰρ κρατῶν τοῦ μαντείου προσέταττε τῇ Πυθίᾳ τὴν μαντείαν ἀπὸ τοῦ τρίποδος ποιεῖσθαι κατὰ τὰ πάτρια. ἀποκριναμένης δʼ αὐτῆς ὅτι τοιαῦτα οὐκ ἔστι τὰ πάτρια διηπειλήσατο καὶ συνηνάγκασε τὴν ἀνάβασιν ποιεῖσθαι ἐπὶ τὸν τρίποδα. ἀποφθεγξαμένης δʼ αὐτῆς πρὸς τὴν ὑπεροχὴν τοῦ βιαζομένου ὅτι ἔξεστιν αὐτῷ πράττειν ὃ βούλεται ἀσμένως τὸ ῥηθὲν ἐδέξατο καὶ τὸν προσήκοντα χρησμὸν ἔχειν ἀπεφαίνετο. εὐθὺς δὲ καὶ τὸν χρησμὸν ἔγγραφον ποιήσας καὶ προθεὶς εἰς τοὐμφανὲς ἅπασιν ἐποίησε φανερὸν ὅτι ὁ θεὸς αὐτῷ δίδωσιν ἐξουσίαν πράττειν ὅ, τι βούλεται.