Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπεὶ δὲ τοῦ τρίποδος ἐμνήσθην, οὐκ ἄκαιρον προσαναλαβεῖν ἡγοῦμαι τὴν παλαιὰν περὶ αὐτοῦ παραδεδομένην ἱστορίαν. λέγεται γὰρ τὸ παλαιὸν αἶγας εὑρεῖν τὸ μαντεῖον· οὗ χάριν αἰξὶ μάλιστα χρηστηριάζονται μέχρι τοῦ νῦν οἱ Δελφοί.

τὸν δὲ τρόπον τῆς εὑρέσεως γενέσθαι φασὶ τοιοῦτον. ὄντος χάσματος ἐν τούτῳ τῷ τόπῳ, καθʼ ὅν ἐστι νῦν τοῦ ἱεροῦ τὸ καλούμενον ἄδυτον, καὶ περὶ τοῦτο νενομένων αἰγῶν διὰ τὸ μήπω κατοικεῖσθαι τοὺς Δελφοὺς αἰεὶ τὴν προσιοῦσαν τῷ χάσματι καὶ προσβλέψασαν αὐτῷ σκιρτᾶν θαυμαστῶς καὶ προΐεσθαι φωνὴν διάφορον ἢ πρότερον εἰώθει φθέγγεσθαι.

τὸν δʼ ἐπιστατοῦντα ταῖς αἰξὶ θαυμάσαι τὸ παράδοξον καὶ προσελθόντα τῷ χάσματι καὶ κατιδόντα οἷόνπερ ἦν ταὐτὸ παθεῖν ταῖς αἰξίν·ἐκείνας τε γὰρ ὅμοια ποιεῖν τοῖς ἐνθουσιάζουσι καὶ τοῦτον προλέγειν τὰ μέλλοντα γίνεσθαι. μετὰ δὲ ταῦτα τῆς φήμης παρὰ τοῖς ἐγχωρίοις διαδοθείσης περὶ τοῦ πάθους τῶν προσιόντων τῷ χάσματι πλείους ἀπαντᾶν ἐπὶ τὸν τόπον· διὰ δὲ τὸ παράδοξον πάντων ἀποπειρωμένων τοὺς αἰεὶ πλησιάζοντας ἐνθουσιάζειν. διʼ ἃς αἰτίας θαυμαστωθῆναί τε τὸ μαντεῖον καὶ νομισθῆναι τῆς Γῆς εἶναι τὸ χρηστήριον.