Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
οἱ δὲ Βοιωτοὶ συνελθόντες εἰς ἐκκλησίαν ἐψηφίσαντο βοηθεῖν τῷ μαντείῳ καὶ παραχρῆμα στρατιώτας ἐξέπεμψαν. τούτων δὲ πραττομένων ὁ Φιλόμηλος τεῖχός τε περιεβάλετο τῷ ἱερῷ καὶ μισθοφόρους ἤθροιζε πολλούς, ἀναβιβάσας τοὺς μισθοὺς καὶ ποιήσας ἡμιολίους, καὶ τῶν Φωκέων ἐπιλέγων τοὺς ἀρίστους κατέγραφε καὶ ταχὺ δύναμιν ἀξιόλογον ἤθροισεν· οὐκ ἐλάττους γὰρ τῶν πεντακισχιλίων στρατιωτῶν ἔχων προεκάθητο τῶν Δελφῶν, φοβερὸς ὢν ἤδη τοῖς πολεμεῖν πρὸς αὐτὸν βουλομένοις.
μετὰ δὲ ταῦτα στρατεύσας εἰς τὴν τῶν Λοκρῶν χώραν καὶ πολλὴν τῆς πολεμίας γῆς δῃώσας κατεστρατοπεδεύσατο πλησίον ποταμοῦ τινος ῥέοντος παρὰ φρούριον ὀχυρόν. τούτῳ δὲ προσβολὰς ποιησάμενος καὶ μὴ δυνάμενος ἑλεῖν τῆς μὲν πολιορκίας ἀπέστη, πρὸς δὲ τοὺς Λοκροὺς συνάψας μάχην ἀπέβαλε τῶν στρατιωτῶν εἴκοσι καὶ τῶν νεκρῶν οὐ δυνηθεὶς κρατῆσαι τὴν ἀναίρεσιν αὐτῶν διὰ κήρυκος ᾐτήσατο. οἱ δὲ Λοκροὶ τὴν ἀναίρεσιν οὐ συγχωροῦντες ἀπόκρισιν ἔδωκαν ὅτι παρὰ πᾶσι τοῖς Ἕλλησι κοινὸς νόμος ἐστὶν ἀτάφους ῥίπτεσθαι τοὺς ἱεροσύλους.
ὁ δὲ Φιλόμηλος χαλεπῶς φέρων τὸ συμβεβηκὸς συνῆψε μάχην τοῖς Λοκροῖς καὶ πᾶσαν εἰσενεγκάμενος φιλοτιμίαν ἀνεῖλέ τινας τῶν πολεμίων καὶ τῶν σωμάτων κυριεύσας ἠνάγκασε τοὺς Λοκροὺς ἀλλαγὴν ποιήσασθαι τῶν νεκρῶν. κρατῶν δὲ τῶν ὑπαίθρων καὶ πολλὴν πορθήσας τῆς Λοκρίδος ἐπανῆλθεν εἰς Δελφοὺς ἐμπεπληκὼς ὠφελείας τοὺς στρατιώτας. μετὰ δὲ ταῦτα περὶ τοῦ πολέμου βουλόμενος χρήσασθαι τῷ μαντείῳ τὴν Πυθίαν ἠνάγκασεν ἀναβᾶσαν ἐπὶ τὸν τρίποδα δοῦναι τὸν χρησμόν.
ἐπεὶ δὲ τοῦ τρίποδος ἐμνήσθην, οὐκ ἄκαιρον προσαναλαβεῖν ἡγοῦμαι τὴν παλαιὰν περὶ αὐτοῦ παραδεδομένην ἱστορίαν. λέγεται γὰρ τὸ παλαιὸν αἶγας εὑρεῖν τὸ μαντεῖον· οὗ χάριν αἰξὶ μάλιστα χρηστηριάζονται μέχρι τοῦ νῦν οἱ Δελφοί.
τὸν δὲ τρόπον τῆς εὑρέσεως γενέσθαι φασὶ τοιοῦτον. ὄντος χάσματος ἐν τούτῳ τῷ τόπῳ, καθʼ ὅν ἐστι νῦν τοῦ ἱεροῦ τὸ καλούμενον ἄδυτον, καὶ περὶ τοῦτο νενομένων αἰγῶν διὰ τὸ μήπω κατοικεῖσθαι τοὺς Δελφοὺς αἰεὶ τὴν προσιοῦσαν τῷ χάσματι καὶ προσβλέψασαν αὐτῷ σκιρτᾶν θαυμαστῶς καὶ προΐεσθαι φωνὴν διάφορον ἢ πρότερον εἰώθει φθέγγεσθαι.