Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
Δίων δὲ κάλλιστον τῶν προγεγενημένων ἔργων ὑπʼ αὐτοῦ διαπραξάμενος τὰς μὲν καιομένας οἰκίας διέσωσε κατασβέσας τὴν φλόγα, τὸ δὲ περιτείχισμα καλῶς κατασκευασάμενος μιᾷ πράξει τήν τε πόλιν ὠχύρωσε καὶ τοὺς πολεμίους ἀποτειχίσας εἶρξε τῆς ἐπὶ τὴν γῆν ἐξόδου. καθαρὰν δὲ τῶν νεκρῶν ποιήσας τὴν πόλιν καὶ τρόπαιον στήσας ἔθυσε τοῖς θεοῖς ὑπὲρ τῆς σωτηρίας.
συναχθείσης δʼ ἐκκλησίας ὁ μὲν δῆμος εὐχαριστῶν αὐτῷ στρατηγὸν ἐχειροτόνησεν αὐτοκράτορα τὸν Δίωνα καὶ τιμὰς ἀπένειμεν ἡρωικάς, ὁ δὲ Δίων ἀκολούθως τοῖς πεπραγμένοις ἐπιεικῶς τοὺς μὲν ἐχθροὺς ἅπαντας ἀπέλυσε τῶν ἐγκλημάτων καὶ τὸ πλῆθος παραμυθησάμενος εἰς κοινὴν ἤγαγεν ὁμόνοιαν. οἱ δὲ Συρακόσιοι πανδήμοις ἐπαίνοις καὶ ἀποδοχαῖς μεγάλαις ἐτίμων τὸν εὐεργέτην ὡς μόνον σωτῆρα γεγονότα τῆς πατρίδος. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Ἑλλάδα Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων διαπολεμούντων πρὸς Ἀθηναίους τὸν συμμαχικὸν πόλεμον ἀμφότεροι μεγάλας παρασκευὰς ἐποιοῦντο, βουλόμενοι ναυμαχίᾳ κρῖναι τὸν πόλεμον. Ἀθηναῖοι δὲ Χάρητα μὲν μετὰ νεῶν ἑξήκοντα προαπεσταλκότες ἦσαν ἐν τοῖς ἄνω καιροῖς, τότε δὲ ἄλλας ἑξήκοντα πληρώσαντες καὶ στρατηγοὺς ἐπιστήσαντες τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Ἰφικράτην καὶ Τιμόθεον, ἐξαπέστειλαν κοινῇ μετὰ Χάρητος διαπολεμεῖν τοῖς ἀφεστηκόσι τῶν συμμάχων.
οἱ δὲ Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι μετὰ τῶν συμμάχων ἑκατὸν ναῦς πληρώσαντες Ἴμβρον μὲν καὶ Λῆμνον οὔσας Ἀθηναίων ἐπόρθησαν, ἐπὶ δὲ Σάμον πολλῇ δυνάμει στρατεύσαντες τὴν μὲν χώραν ἐδῄωσαν, τὴν δὲ πόλιν ἐπολιόρκουν κατὰ γῆν καὶ κατὰ θάλατταν· πολλὰς δὲ καὶ ἄλλας νήσους οὔσας ὑπʼ Ἀθηναίους κακοποιήσαντες χρήματα ἤθροισαν εἰς τὰς τοῦ πολέμου χρείας.