Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
κατὰ δὲ τὴν Σικελίαν Φίλιστος μὲν ὁ Διονυσίου στρατηγὸς πλεύσας εἰς Ῥήγιον διεκόμισε τοὺς ἱππεῖς εἰς Συρακούσσας, ὄντας πλείους τῶν πεντακοσίων. προσθεὶς δὲ τούτοις ἱππεῖς τε ἄλλους πλείονας καὶ πεζοὺς δισχιλίους ἐστράτευσεν ἐπὶ Λεοντίνους ἀφεστηκότας ἀπὸ Διονυσίου, νυκτὸς δὲ παρεισπεσὼν ἐντὸς τοῦ τείχους κατελάβετο μέρος τῆς πόλεως. γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τῶν Συρακοσίων βοηθησάντων ἡττηθεὶς ἐξέπεσεν ἐκ τῶν Λεοντίνων.
Ἡρακλείδης δʼ ὁ καταλελειμμένος ὑπὸ Δίωνος ναύαρχος τῶν μακρῶν νεῶν ἐν Πελοποννήσῳ διά τινας χειμῶνας ἐμποδισθεὶς ὑστέρησε τῆς καθόδου τῶν περὶ τὸν Δίωνα καὶ τῆς τῶν Συρακοσίων ἐλευθερώσεως· ἧκε δʼ ἄγων ναῦς μὲν μακρὰς εἴκοσι, χιλίους δὲ στρατιώτας καὶ πεντακοσίους. ὢν δʼ ἀνὴρ ἐπισημότατος καὶ δόξας ἄξιος ὑπάρχειν ᾑρέθη ναύαρχος ὑπὸ τῶν Συρακοσίων, καὶ μετὰ Δίωνος τεταγμένος ἐπὶ τῆς ἡγεμονίας διεπολέμει πρὸς Διονύσιον.