Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁ γὰρ Νεκτανεβὼς ὑπὸ τοῦ βασιλέως τεταγμένος ἡγεμὼν τῶν ἐξ Αἰγύπτου στρατιωτῶν, καὶ πεμφθεὶς ἀπὸ τῆς Φοινίκης πολιορκεῖν τὰς ἐν τῇ Συρίᾳ πόλεις, συγκάταινος γενόμενος ταῖς τοῦ πατρὸς ἐπιβολαῖς, τοὺς μὲν ἡγεμόνας δωρεαῖς, τοὺς δὲ στρατιώτας ἐπαγγελίαις προτρεψάμενος, ἔπεισε συναγωνιστὰς γενέσθαι.
τέλος δὲ καταληφθείσης ὑπὸ τῶν ἀποστατῶν τῆς Αἰγύπτου, ὁ μὲν Ταχὼς καταπλαγεὶς ἐτόλμησε διὰ τῆς Ἀραβίας ἀναβῆναι πρὸς τὸν βασιλέα, καὶ συγγνώμην ἠξίου δοῦναι περὶ τῶν ἡμαρτημένων· ὁ δὲ Ἀρταξέρξης οὐ μόνον αὐτὸν ἀπέλυσε τῶν ἐγκλημάτων, ἀλλὰ καὶ στρατηγὸν ἀπέδειξε τοῦ πρὸς Αἰγυπτίους πολέμου.
μετʼ ὀλίγον δὲ ὁ μὲν βασιλεὺς τῶν Περσῶν ἐτελεύτησεν ἄρξας ἔτη τρία πρὸς τοῖς τετταράκοντα, τὴν δὲ βασιλείαν διεδέξατο Ὦχος ὁ μετονομασθεὶς Ἀρταξέρξης, καὶ ἐβασίλευσεν ἔτη τρία πρὸς τοῖς εἴκοσι· τοῦ γὰρ Ἀρταξέρξου καλῶς βεβασιλευκότος καὶ γενομένου παντελῶς εἰρηνικοῦ καὶ ἐπιτυχοῦς, τοὺς μετὰ τοῦτον βασιλεύοντας μετωνόμαζον καὶ τὴν τούτου προσηγορίαν ἔχειν προσέταττον.
τοῦ δὲ βασιλέως Ταχὼ ἐπανελθόντος πρὸς τοὺς περὶ τὸν Ἀγησίλαον, Νεκτανεβὼς ἠθροικὼς στρατιώτας πλείους τῶν δέκα μυριάδων ἧκεν ἐπὶ τὸν Ταχώ, καὶ προεκαλεῖτο περὶ τῆς βασιλείας διαγωνίσασθαι. ὁ μὲν οὖν Ἀγησίλαος ὁρῶν τὸν βασιλέα καταπεπληγμένον καὶ μὴ τολμῶντα διακινδυνεύειν, παρεκάλει θαρρεῖν· τῆς γὰρ νίκης τυγχάνειν οὐ τοὺς κατὰ τὸ πλῆθος προέχοντας, ἀλλὰ τοὺς κατὰ τὰς ἀνδραγαθίας πρωτεύοντας· οὐ προσέχοντος δʼ αὐτοῦ συνηναγκάσθη μετʼ αὐτοῦ ποιήσασθαι τὴν ἀναχώρησιν εἴς τινα πόλιν εὐμεγέθη.