Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Ναυσιγένους ἐν Ῥώμῃ χιλίαρχοι κατεστάθησαν ἀντὶ τῶν ὑπάτων τέτταρες, Λεύκιος Παπίριος, Λεύκιος Μενήνιος, Σερούιος Κορνήλιος, Σερούιος Σολπίκιος, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη τρίτη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Πυθόστρατος Ἀθηναῖος. ἐπὶ δὲ τούτων Πτολεμαῖος ὁ Ἀλωρίτης ὁ Ἀμύντου υἱὸς ἐδολοφόνησεν Ἀλέξανδρον τὸν ἀδελφόν, καὶ ἐβασίλευσε τῆς Μακεδονίας ἔτη τρία.

κατὰ δὲ τὴν Βοιωτίαν Πελοπίδας ἐφάμιλλος ὢν τῷ Ἐπαμεινώνδᾳ τῇ κατὰ πόλεμον δόξῃ, καὶ θεωρῶν ἐκεῖνον τὰ περὶ τὴν Πελοπόννησον συμφερόντως κατεσκευακότα τοῖς Βοιωτοῖς, ἔσπευδε τὰ ἐκτὸς Πελοποννήσου διʼ αὑτοῦ προσάγεσθαι τοῖς Θηβαίοις. παραλαβὼν δὲ Ἰσμηνίαν, ἄνδρα φίλον μὲν ἑαυτοῦ, θαυμαζόμενον δʼ ἐπʼ ἀρετῇ, παρῆλθεν εἰς Θετταλίαν. καταντήσας δὲ πρὸς Ἀλέξανδρον τὸν Φερῶν τύραννον, ἀλόγως συνελήφθη μετὰ Ἰσμηνίου καὶ εἰς φυλακὴν παρεδόθη.

Θηβαίων δʼ ἐπὶ τοῖς πραχθεῖσι παροξυνθέντων, καὶ ταχέως εἰς τὴν Θετταλίαν ἐκπεμψάντων ὁπλίτας μὲν ὀκτακισχιλίους, ἱππεῖς δʼ ἑξακοσίους, φοβηθεὶς Ἀλέξανδρος ἐξέπεμψε πρεσβευτὰς εἰς τὰς Ἀθήνας περὶ συμμαχίας. ᾧ παραχρῆμα ὁ δῆμος ἐξέπεμψε ναῦς μὲν τριάκοντα, στρατιώτας δὲ χιλίους, ὧν ἦν στρατηγὸς Αὐτοκλῆς.