Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
οἱ μὲν οὖν πρεσβύτεροι τῶν ἀκουόντων τοῦ κήρυκος οἰωνὸν ἐποιοῦντο τοῦ μέλλοντος, οἱ δὲ νεώτεροι ἡσυχίαν εἶχον, ἵνα μὴ δόξωσι διὰ δειλίαν ἀποτρέπειν τὸν Ἐπαμεινώνδαν τῆς στρατείας. ὁ δʼ Ἐπαμεινώνδας πρὸς τοὺς λέγοντας προσέχειν δεῖν τοῖς οἰωνοῖς εἶπεν
Hom. Il. 12.243
- εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
ταύτῃ δὲ τῇ παρρησίᾳ καταπληξαμένου τοῦ Ἐπαμεινώνδου τοὺς εὐλαβῶς ἔχοντας, ἕτερος οἱωνὸς ἐφάνη δυσχερέστερος τοῦ προτέρου. ὁ γὰρ γραμματεὺς προῆγεν ἔχων δόρυ καὶ ταινίαν ἐπʼ αὐτῷ, καὶ προεσήμαινε τὸ παραγγελλόμενον ὑπὸ τῶν ἡγεμόνων· πνεύματος δὲ γενομένου συνέβη τὴν ταινίαν ἀποσπασθεῖσαν περιαμπίσχεσθαι περί τινα στήλην ἐφεστῶσαν τάφῳ· ἦσαν δὲ ἐν τῷ τόπῳ τούτῳ τεθαμμένοι τινὲς Λακεδαιμόνιοι καὶ Πελοποννήσιοι, οἳ μετʼ Ἀγησιλάου στρατεύσαντες ἐτελεύτησαν.
τῶν δὲ πρεσβυτέρων τινὲς πάλιν ἐντυχόντες διεμαρτύραντο μὴ προάγειν τὴν δύναμιν, φανερῶς τῶν θεῶν κωλυόντων, ὁ δʼ οὐδὲν αὐτοῖς ἀποκριθεὶς προῆγε τὸ στρατόπεδον, ἡγούμενος τὸν ὑπὲρ τῶν καλῶν λογισμὸν καὶ τὴν ὑπὲρ τῶν δικαίων μνήμην αἱρετωτέραν εἶναι τῶν παρόντων σημείων.
ὁ μὲν οὖν Ἐπαμεινώνδας πεφιλοσοφηκὼς καὶ τοῖς ἐν παιδείᾳ λογισμοῖς ἐμφρόνως χρησάμενος παραυτίκα μὲν ὑπὸ πολλῶν μέμψεως ἔτυχεν, ὕστερον δὲ διὰ τῶν κατορθωμάτων δόξας στρατηγικῇ συνέσει διαφέρειν μεγίστων ἀγαθῶν αἴτιος ἐγένετο τῇ πατρίδι. εὐθὺς γὰρ προαγαγὼν τὴν δύναμιν, καὶ προκαταλαβόμενος τὰ περὶ τὴν Κορώνειαν στενά, κατεστρατοπέδευσεν.