Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπεβάλοντο δὲ καὶ τοὺς ἐν Πελοποννήσῳ κατοικοῦντας πείθειν ἀποστῆναι Λακεδαιμονίων, οὐδεὶς δʼ αὐτοῖς ὑπήκουσεν· ἡ γὰρ Σπάρτη κατὰ τὰ πλευρὰ κειμένη καθαπερεί τις ἀκρόπολις ἦν καὶ φρουρὰ πάσης Πελοποννήσου.

Μηδίου δὲ τοῦ τῆς Λαρίσσης τῆς ἐν Θετταλίᾳ δυναστεύοντος διαπολεμοῦντος πρὸς Λυκόφρονα τὸν Φερῶν τύραννον, καὶ δεομένου πέμψαι βοήθειαν, ἀπέστειλεν αὐτῷ τὸ συνέδριον στρατιώτας δισχιλίους·

ὁ δὲ Μήδιος τῆς συμμαχίας αὐτῷ παραγενομένης Φάρσαλον εἷλεν ὑπὸ Λακεδαιμονίων φρουρουμένην καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἐλαφυροπώλησεν. μετὰ δὲ ταῦθʼ οἱ Βοιωτοὶ μετʼ Ἀργείων Ἡράκλειαν τὴν ἐν Τραχῖνι κατελάβοντο, χωρισθέντες ἀπὸ Μηδίου· καὶ νυκτὸς ἐντὸς τῶν τειχῶν ὑπό τινων εἰσαχθέντες Λακεδαιμονίους μὲν τοὺς καταληφθέντας ἀπέσφαξαν, τοὺς δʼ ἀπὸ Πελοποννήσου τὰ σφῶν ἔχοντας εἴασαν ἀπελθεῖν.

εἰς δὲ τὴν πόλιν τοὺς Τραχινίους φεύγοντας ἐκ τῶν πατρίδων ὑπὸ Λακεδαιμονίων μεταπεμπόμενοι, τούτοις ἔδωκαν τὴν πόλιν οἰκεῖν, οἳ καὶ παλαιότατοι τῆς χώρας ταύτης ἦσαν οἰκήτορες. μετὰ δὲ ταῦθʼ ὁ τῶν Βοιωτῶν ἀφηγούμενος Ἰσμηνίας τοὺς μὲν Ἀργείους ἐν τῇ πόλει κατέλιπε φυλακῆς ἕνεκα, αὐτὸς δὲ πείσας ἀποστῆναι ἀπὸ Λακεδαιμονίων Αἰνιᾶνας καὶ Ἀθαμᾶνας ἤθροισε παρά τε τούτων καὶ τῶν συμμάχων στρατιώτας· τοὺς πάντας δʼ ἔχων μικρὸν ἀπολείποντας τῶν ἑξακισχιλίων ἐστράτευσεν εἰς Φωκεῖς.

καταστρατοπεδεύοντος δʼ αὐτοῦ εἰς Νάρυκα τῆς Λοκρίδος, ἐξ ἧς φασι τὸν Αἴαντα γεγενῆσθαι, τὸ πλῆθος τῶν Φωκέων ἀπήντησε μετὰ τῶν ὅπλων, τὴν ἡγεμονίαν ἔχοντος Ἀλκισθένους τοῦ Λάκωνος.

γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς ἐκράτησαν οἱ Βοιωτοί, καὶ μέχρι νυκτὸς διώξαντες τοὺς φεύγοντας ἀνεῖλον οὐ πολὺ λείποντας τῶν χιλίων, τῶν δʼ ἰδίων ἀπέβαλον ἐν τῇ μάχῃ περὶ πεντακοσίους.

μετὰ δὲ τὴν παράταξιν ἀμφότεροι μὲν διέλυσαν τὸ στρατόπεδον εἰς τὰς ἰδίας πατρίδας· οἱ δʼ εἰς Κόρινθον τὸ συνέδριον ἀγαγόντες, ἐπεὶ κατὰ νοῦν αὐτοῖς προεχώρει τὰ πράγματα, συνήγαγον ἐξ ἁπασῶν τῶν πόλεων στρατιώτας εἰς Κόρινθον, πεζοὺς μὲν πλείους μυρίων πεντακισχιλίων, ἱππεῖς δὲ περὶ πεντακοσίους.