Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὕτως οὐδὲ οἱ τῶν κατὰ πόλεμον ἀφιέμενοι διὰ τὰς ἡλικίας καρτερεῖν ἐδύναντο, διὰ δὲ τὴν ὑπερβολὴν τῆς χαρᾶς ἡ φιλοτιμία τῆς ψυχῆς κατίσχυε τὴν ἡλικίαν. τοῦ δὲ περὶ τὴν νίκην λόγου διαρρυέντος κατὰ τὴν πόλιν, τὰς οἰκίας ἐξέλειπον ὁμοῦ τοῖς οἰκέταις παῖδες καὶ γυναῖκες, καὶ πάντων σπευδόντων ἐπὶ τὰ τείχη πᾶς τόπος ἔγεμε τῶν θεωμένων.

τούτων δʼ οἱ μὲν εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἐκτείναντες εὐχαρίστουν τοῖς θεοῖς, οἱ δὲ τῆς τῶν ἱερῶν συλήσεως ἔφασαν εἰληφέναι τοὺς βαρβάρους τὴν παρὰ τοῦ δαιμονίου τιμωρίαν.

ἐφαίνετο γὰρ διὰ μακροῦ θεομαχίᾳ παραπλήσιος ἡ θέα, τοσούτων μὲν νεῶν πυρπολουμένων, τῆς δὲ φλογὸς διὰ τῶν ἱστίων εἰς ὕψος ἀναφερομένης, καὶ τῶν μὲν Ἑλλήνων καθʼ ἕκαστον τῶν προτερημάτων ἐπισημαινομένων ἐξαισίῳ βοῇ, τῶν δὲ βαρβάρων διὰ τὴν ἔκπληξιν τοῦ δεινοῦ πολὺν θόρυβον καὶ κραυγὴν σύμμικτον ποιούντων.

οὐ μὴν ἀλλὰ τότε μὲν τῆς νυκτὸς ἐπιγενομένης ἡ μάχη διελύθη, καὶ Διονύσιος ἐπεστρατοπέδευσε τοῖς βαρβάροις πρὸς τὸ τοῦ Διὸς ἱερὸν παρεμβολὴν ποιησάμενος.

οἱ δὲ Καρχηδόνιοι κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν ἡττημένοι διεπρεσβεύσαντο πρὸς Διονύσιον λάθρᾳ τῶν Συρακοσίων· ἠξίουν δὲ αὐτὸν ἀφιέναι τοὺς περιλειπομένους εἰς Λιβύην διακομισθῆναι, καὶ τὰ κατὰ τὴν παρεμβολὴν αὐτοῖς ὄντα τριακόσια τάλαντα δώσειν ἐπηγγέλλοντο.

ὁ δὲ Διονύσιος ἅπαντας μὲν ἀδύνατον εἶναι φυγεῖν ἀπεφαίνετο, τοὺς δὲ πολιτικοὺς συνεχώρησε μόνους νυκτὸς ἀπελθεῖν λάθρᾳ κατὰ θάλατταν· ᾔδει γὰρ τοὺς Συρακοσίους καὶ τοὺς συμμάχους οὐκ ἐπιτρέψοντας αὐτῷ περὶ τούτων συγχωρεῖν τοῖς πολεμίοις.