Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἔτι γὰρ αὐτῶν ἀναβαινόντων ἐπὶ τὰ καταστρώματα καὶ πληρούντων τὰς τριήρεις, αἱ πολέμιαι ναῦς ταῖς εἰρεσίαις ἐλαυνόμεναι πλαγίαις ἐνέσειον πολλάκις. ἐκ μὲν οὖν μιᾶς ἐπικαίρου πληγῆς κατέδυον τὰς τιτρωσκομένας ναῦς· αἱ δὲ πλείοσιν ἐμβολαῖς ἀναρρήττουσαι τὰς συγγεγομφωμένας σανίδας δεινὴν ἔκπληξιν τοῖς ἀντιταττομένοις παρείχοντο.

πάντῃ δὲ τῶν ἐξοχωτάτων νεῶν θραυομένων, αἱ μὲν ἐκ τῶν ἐμβολῶν ἀναρρηττόμεναι λακίδες ἐξαίσιον ἐποιοῦντο ψόφον, ὁ δὲ παρὰ τὴν μάχην παρήκων αἰγιαλὸς ἔγεμε νεκρῶν.

οἱ δὲ Συρακόσιοι τῷ προτερήματι συμφιλοτιμούμενοι κατὰ πολλὴν σπουδὴν ἀλλήλους ἔφθανον ἐπιπηδῶντες ταῖς πολεμίαις ναυσί, καὶ τοὺς βαρβάρους καταπεπληγμένους τὸ μέγεθος τῆς περιστάσεως περιχυθέντες ἐφόνευον.

οὐ μὴν οὐδʼ οἱ πεζῇ τῷ ναυστάθμῳ προσβάλλοντες ἐλείποντο τῆς τούτων σπουδῆς· ἐν οἷς συνέβαινεν εἶναι καὶ αὐτὸν τὸν Διονύσιον, παριππευκότα πρὸς τὸ κατὰ Δάσκωνα μέρος. εὑρόντες γὰρ πεντηκοντόρους τετταράκοντα νενεωλκημένας, καὶ κατὰ τὸ συνεχὲς ναῦς παρορμούσας ὁλκάδας καί τινας τῶν τριήρων, πῦρ εἰς αὐτὰς ἐνῆκαν.