Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
τοῖς μὲν οὖν πλείστοις τοιοῦτον ἦν τὸ πάθος, τινὲς δʼ εἰς μανίαν καὶ λήθην τῶν ἁπάντων ἔπιπτον, οἳ περιπορευόμενοι τὴν παρεμβολὴν ἐξεστῶτες τοῦ φρονεῖν ἔτυπτον τοὺς ἀπαντῶντας. καθόλου δὲ συνέβη καὶ τὴν ἀπὸ τῶν ἰατρῶν βοήθειαν ἄπρακτον εἶναι καὶ διὰ τὸ μέγεθος τοῦ πάθους καὶ τὴν ὀξύτητα τοῦ θανάτου· πεμπταῖοι γὰρ ἢ τὸ πλεῖστον ἑκταῖοι μετήλλαττον, δεινὰς ὑπομένοντες τιμωρίας, ὥσθʼ ὑπὸ πάντων μακαρίζεσθαι τοὺς ἐν τῷ πολέμῳ τετελευτηκότας.
καὶ γὰρ οἱ τοῖς κάμνουσι παρεδρεύοντες ἐνέπιπτον εἰς τὴν νόσον ἅπαντες, ὥστε δεινὴν εἶναι τὴν συμφορὰν τῶν ἀρρωστούντων, μηδενὸς θέλοντος ὑπηρετεῖν τοῖς ἀτυχοῦσιν. οὐ γὰρ μόνον οἱ μηδὲν προσήκοντες ἀλλήλους ἐγκατέλειπον, ἀλλʼ ἀδελφοὶ μὲν ἀδελφούς, φίλοι δὲ τοὺς συνήθεις ἠναγκάζοντο προΐεσθαι διὰ τὸν ὑπὲρ αὑτῶν φόβον.
Διονύσιος δʼ ἐπειδὴ τὴν περὶ Καρχηδονίους συμφορὰν ἤκουσεν, ὀγδοήκοντα μὲν ναῦς πληρώσας Φαρακίδᾳ καὶ Λεπτίνῃ τοῖς ναυάρχοις ἐπέταξεν ἅμʼ ἡμέρᾳ τὸν ἐπίπλουν ταῖς πολεμίαις ναυσὶ ποιήσασθαι, αὐτὸς δʼ ἀσελήνου τῆς νυκτὸς οὔσης περιήγαγε τὴν δύναμιν, καὶ περιελθὼν ἐπὶ τὸ τῆς Κυάνης ἱερὸν ἔλαθε τοὺς πολεμίους ἅμʼ ἡμέρᾳ προσιὼν τῇ παρεμβολῇ.
τοὺς μὲν οὖν ἱππεῖς καὶ μισθοφόρων πεζοὺς χιλίους προαπέστειλεν εἰς τὸ πρὸς τὴν μεσόγειον ἀνατεῖνον μέρος τῆς τῶν Καρχηδονίων στρατοπεδείας. οὗτοι δʼ ἦσαν οἱ μισθοφόροι τῷ Διονυσίῳ παρὰ πάντας ἀλλοτριώτατοι καὶ πλεονάκις στάσεις καὶ ταραχὰς ποιοῦντες.
διόπερ ὁ μὲν Διονύσιος τοῖς ἱππεῦσιν ἦν παρηγγελκώς, ὅταν ἐξάπτωνται τῶν πολεμίων, φεύγειν καὶ τοὺς μισθοφόρους ἐγκαταλιπεῖν· ὧν ποιησάντων τὸ προσταχθὲν οὗτοι μὲν ἅπαντες κατεκόπησαν, ὁ δὲ Διονύσιος ἅμα τήν τε παρεμβολὴν καὶ τὰ φρούρια πολιορκεῖν ἐπεχείρησε· καὶ τῶν βαρβάρων διὰ τὸ παράδοξον καταπεπληγμένων καὶ παραβοηθούντων τεταραγμένως, αὐτὸς μὲν φρούριον τὴν καλουμένην Πολίχναν εἷλε κατὰ κράτος, ἐκ δὲ θατέρου μέρους οἱ ἱππεῖς καί τινες τῶν τριήρων προσπλεύσασαι τὸ πρὸς τῷ Δάσκωνι χωρίον ἐξεπολιόρκησαν.
εὐθὺ δʼ αἵ τε ναῦς ἅπασαι τὸν ἐπίπλουν ἐποιήσαντο, καὶ κατὰ τὰς τῶν φρουρίων ἁλώσεις ἐπαλαλάξαντος τοῦ στρατοπέδου περιδεεῖς οἱ βάρβαροι καθειστήκεισαν. ἐξ ἀρχῆς μὲν γὰρ ἐπὶ τὸ πεζὸν στράτευμα πάντες συνέδραμον, ἀμυνόμενοι τοὺς τὴν παρεμβολὴν πολιορκοῦντας· ὡς δὲ καὶ τὸν τῶν νεῶν ἐπίπλουν εἶδον, πάλιν ἐξεβοήθουν ἐπὶ τὸν ναύσταθμον· καταταχούμενοι δʼ ὑπὸ τῆς ὀξύτητος τοῦ καιροῦ τὴν ἑαυτῶν σπουδὴν εἶχον ἄπρακτον.
ἔτι γὰρ αὐτῶν ἀναβαινόντων ἐπὶ τὰ καταστρώματα καὶ πληρούντων τὰς τριήρεις, αἱ πολέμιαι ναῦς ταῖς εἰρεσίαις ἐλαυνόμεναι πλαγίαις ἐνέσειον πολλάκις. ἐκ μὲν οὖν μιᾶς ἐπικαίρου πληγῆς κατέδυον τὰς τιτρωσκομένας ναῦς· αἱ δὲ πλείοσιν ἐμβολαῖς ἀναρρήττουσαι τὰς συγγεγομφωμένας σανίδας δεινὴν ἔκπληξιν τοῖς ἀντιταττομένοις παρείχοντο.
πάντῃ δὲ τῶν ἐξοχωτάτων νεῶν θραυομένων, αἱ μὲν ἐκ τῶν ἐμβολῶν ἀναρρηττόμεναι λακίδες ἐξαίσιον ἐποιοῦντο ψόφον, ὁ δὲ παρὰ τὴν μάχην παρήκων αἰγιαλὸς ἔγεμε νεκρῶν.
οἱ δὲ Συρακόσιοι τῷ προτερήματι συμφιλοτιμούμενοι κατὰ πολλὴν σπουδὴν ἀλλήλους ἔφθανον ἐπιπηδῶντες ταῖς πολεμίαις ναυσί, καὶ τοὺς βαρβάρους καταπεπληγμένους τὸ μέγεθος τῆς περιστάσεως περιχυθέντες ἐφόνευον.