Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐκεῖθεν δʼ ἀνέζευξεν ἐπὶ τοὺς Σικελούς, προσποιούμενος τὸν πρὸς τούτους πόλεμον ἐπαναιρεῖσθαι πρὸς τὸ τοὺς Καταναίους καὶ Ναξίους ῥᾳθυμοτέρους γενέσθαι περὶ τὴν τῆς πόλεως φυλακήν.

διατρίβων δὲ περὶ τὴν Ἔνναν Ἀείμηνστον τὸν Ἐνναῖον ἔπεισεν ἐπιθέσθαι τυραννίδι, συνεπιλήψεσθαι τῆς προθέσεως ἐπαγγελλόμενος.

κρατήσαντος δʼ ἐκείνου τῆς ἐπιβολῆς, καὶ τὸν Διονύσιον οὐκ εἰσαγαγόντος εἰς τὴν πόλιν, διοργισθεὶς μετεβάλετο καὶ τοὺς Ἐνναίους παρεκάλει καταλύειν τὸν τύραννον. ὧν συνδραμόντων εἰς τὴν ἀγορὰν μετὰ τῶν ὅπλων καὶ τῆς ἐλευθερίας ἀντιποιουμένων, πλήρης ἦν ἡ πόλις ταραχῆς.

Διονύσιος δὲ πυθόμενος τὴν στάσιν, ἀνέλαβε τοὺς ψιλοὺς καὶ ταχέως διά τινος ἐρήμου τόπου παρεισέπεσεν εἰς τὴν πόλιν, καὶ τὸν μὲν Ἀείμνηστον συλλαβὼν παρέδωκε τοῖς Ἐνναίοις πρὸς τὴν τιμωρίαν, αὐτοὺς δʼ οὐδὲν ἀδικήσας ἀπῆλθεν ἐκ τῆς πόλεως. τοῦτο δʼ ἔπραξεν οὐχ οὕτως τοῦ δικαίου φροντίζων, ὡς βουλόμενος προτρέψασθαι τὰς ἄλλας πόλεις αὐτῷ πιστεύειν.