Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
καὶ γὰρ Λυσίας ὁ ῥήτωρ τότε διατρίβων ἐν Ὀλυμπίᾳ προετρέπετο τὰ πλήθη μὴ προσδέχεσθαι τοῖς ἱεροῖς ἀγῶσι τοὺς ἐξ ἀσεβεστάτης τυραννίδος ἀπεσταλμένους θεωρούς· ὅτε καὶ τὸν Ὀλυμπιακὸν λόγον ἐπιγραφόμενον ἀνέγνω.
τοῦ δʼ ἀγῶνος συντελουμένου συνέβη κατὰ τύχην τῶν Διονυσίου τεθρίππων τὰ μὲν ἐκπεσεῖν ἐκ τοῦ δρόμου, τὰ δʼ ἀλλήλοις ἐμπεσόντα συντριβῆναι, παραπλησίως δὲ καὶ τὴν παρακομίζουσαν ναῦν τοὺς θεωροὺς ἀπὸ τῶν ἀγώνων ἀναχθεῖσαν εἰς τὴν Σικελίαν ἐκπεσεῖν τῆς Ἰταλίας εἰς Τάραντα διά τινας χειμῶνας.
διὸ καί φασι σωθέντας τοὺς ναύτας εἰς Συρακούσας διαγγέλλειν κατὰ τὴν πόλιν, ὅτι διὰ τὴν κακίαν τῶν ποιημάτων οὐ μόνον οἱ ῥαψῳδοῦντες, ἀλλὰ σὺν τούτοις τά τε τέθριππα καὶ ἡ ναῦς ἐξέπεσον.
ὁ δὲ Διονύσιος πυθόμενος τὸν τῶν ποιημάτων διασυρμόν, καὶ τῶν κολάκων λεγόντων ὅτι πᾶσι τοῖς καλῶς πραττομένοις φθονοῦντες ἐξ ὑστέρου θαυμάζουσιν, οὐκ ἀφίστατο τῆς περὶ τὴν ποίησιν σπουδῆς.
Ῥωμαῖοι δὲ πρὸς Οὐολσινίτας περὶ Γουράσιον παραταξάμενοι πολλοὺς τῶν πολεμίων ἀνεῖλον.