Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δʼ Ἕλωρις εἰς πολλὴν ἐμπεσὼν ἀπορίαν, αὐτὸς μὲν μεθʼ ὧν εἶχεν ὑπέστη τοὺς ἐπιφερομένους, τῶν δὲ φίλων τινὰς ἀπέστειλεν ἐπὶ τὸ στρατόπεδον, ἐπισπεῦσαι τὰ πλήθη παρακελευόμενος. ὧν ταχέως ποιησάντων τὸ προσταχθέν, οἱ μὲν Ἰταλιῶται πυθόμενοι τὸν στρατηγὸν καὶ τοὺς μετʼ αὐτοῦ κινδυνεύοντας δρομαῖοι παρῆσαν ἐπὶ τὴν βοήθειαν, ὁ δὲ Διονύσιος ἀθρόᾳ τῇ δυνάμει περιχυθεὶς τόν θʼ Ἕλωριν καὶ τοὺς μετʼ αὐτοῦ γενναίως ἀγωνισαμένους σχεδὸν ἅπαντας ἀνεῖλε.

τῶν δʼ Ἰταλιωτῶν σποράδην διὰ τὴν σπουδὴν ἐκβοηθούντων, οἱ Σικελιῶται τὰς τάξεις διαφυλάττοντες ῥᾳδίως τῶν πολεμίων περιεγίνοντο. οὐ μὴν ἀλλʼ ἐπὶ μέν τινα χρόνον οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπέμενον τὸν κίνδυνον, καίπερ ἑαυτῶν πολλοὺς ὁρῶντες ἀναιρουμένους· ὡς δὲ τὴν τοῦ στρατηγοῦ τελευτὴν ἐπύθοντο καὶ διὰ τὸν θόρυβον ἀλλήλοις ἐμπίπτοντες ἠλαττοῦντο μεγάλως, τότε δὴ τελέως ἀθυμήσαντες ἐτράπησαν.

πολλῶν δʼ ἀναιρουμένων ἐν τῇ κατὰ τὸ πεδίον τροπῇ, κατέφυγε τὸ πλῆθος ἐπί τινα λόφον, ἐρυμνὸν μὲν ὄντα πρὸς τὴν πολιορκίαν, ἄνυδρον δὲ καὶ δυνάμενον ῥᾳδίως ὑπὸ τῶν πολεμίων φυλάττεσθαι. ὃν ὁ Διονύσιος περιστρατοπεδεύσας τήν τε ἡμέραν ἐκείνην καὶ τὴν νύκτα διηγρύπνησεν ἐν τοῖς ὅπλοις, ἐπιμελῶς ταῖς φυλακαῖς χρησάμενος. τῇ δʼ ὑστεραίᾳ διὰ τὸ καῦμα καὶ τὴν ἀνυδρίαν οἱ συμπεφευγότες κακῶς ἀπήλλαττον.

ἐπικηρυκευσαμένων δʼ αὐτῶν πρὸς τὸν Διονύσιον καὶ παρακαλούντων λύτρα πράξασθαι, οὐ μέτριος ἐν τοῖς εὐημερήμασι γενόμενος προσέταττεν ἀποθέσθαι τὰ ὅπλα καὶ σφᾶς αὐτοὺς ἐγχειρίσαι τῷ κρατοῦντι. σκληροῦ δὲ τοῦ προστάγματος ὄντος, μέχρι μέν τινος διεκαρτέρουν, ὡς δʼ ὑπὸ τῆς φυσικῆς ἀνάγκης κατεβαροῦντο, παρέδωκαν αὑτοὺς περὶ ὀγδόην ὥραν, ἤδη τὰ σώματα παρειμένοι.

Διονύσιος δὲ λαβὼν ῥάβδον καὶ πατάξας ἐπὶ τοῦ ἐδάφους ἠρίθμει τοὺς καταβαίνοντας αἰχμαλώτους, ὄντας πλείους τῶν μυρίων. καὶ πάντων αὐτοῦ ὑποπτευόντων τὸ θηριῶδες, τοὐναντίον ἐφάνη πάντων ἐπιεικέστατος·