Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

διόπερ ὀλιγώρως αὐτῶν παραπεμψάντων τὴν ἀγοράν, Ἰμίλκας ἐκπλεύσας τεσσαράκοντα τριήρεσιν ἄφνω κατέδυσε μὲν τῶν μακρῶν νεῶν ὀκτώ, τὰς δʼ ἄλλας εἰς τὸν αἰγιαλὸν κατεδίωξεν· τῶν δʼ ἄλλων πλοίων ἁπάντων κυριεύσας, τοσοῦτον εἰς τοὐναντίον τὰς ἑκατέρων ἐλπίδας μεταπεσεῖν ἐποίησεν, ὥστε τοὺς παρὰ τοῖς Ἀκραγαντίνοις Καμπανοὺς καταγνόντας τῆς τῶν Ἑλλήνων ὑποθέσεως πεντεκαίδεκα ταλάντοις φθαρῆναι καὶ μεταβαλέσθαι πρὸς τοὺς Καρχηδονίους.

οἱ δὲ Ἀκραγαντῖνοι τὸ μὲν πρῶτον κακῶς ἀπαλλαττόντων τῶν Καρχηδονίων ἀφθόνως ἀπήλαυον τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων, ἀεὶ προσδοκῶντες ταχέως λυθήσεσθαι τὴν πολιορκίαν· ἐπεὶ δʼ αἱ τῶν βαρβάρων ἐλπίδες ἀνέκυψαν καὶ τοσαῦται μυριάδες εἰς μίαν ἠθροίσθησαν πόλιν, ἔλαθεν αὐτοὺς ὁ σῖτος ἐξαναλωθείς.

λέγεται δὲ καὶ Δέξιππος ὁ Λακεδαιμόνιος πεντεκαίδεκα ταλάντοις διαφθαρῆναι· εὐθὺ γὰρ ἀπεκρίνατο πρὸς τοὺς τῶν Ἰταλιωτῶν στρατηγούς, ὅτι συμφέρει τὸν πόλεμον ἐν ἄλλῳ συστήσασθαι τόπῳ· τὴν γὰρ τροφὴν ἐκλιπεῖν. διόπερ οἱ στρατηγοὶ πρόφασιν ἐνέγκαντες ὡς διεληλύθασιν οἱ ταχθέντες τῆς στρατηγίας χρόνοι, τὰς δυνάμεις ἀπήγαγον ἐπὶ τὸν πορθμόν.

μετὰ δὲ τὴν τούτων ἀπαλλαγὴν συνελθόντες οἱ στρατηγοὶ μετὰ τῶν ἐφʼ ἡγεμονίας τεταγμένων διέγνωσαν ἐξετάσαι τὸν ἐν τῇ πόλει σῖτον· ὃν εὑρόντες παντελῶς ὀλίγον ἐθεώρουν ἀναγκαῖον ὑπάρχειν ἐκλιπεῖν τὴν πόλιν. εὐθὺς οὖν ἐπιγινομένης τῆς νυκτὸς παρήγγειλαν ἀναζευγνύειν ἅπαντας.