Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ἅμα δὲ τούτοις πραττομένοις εἰς τὸν Ἀκράγαντα κατήντησαν στρατιῶται τρισχίλιοι παρὰ Συρακοσίων ἐπίλεκτοι, προαπεσταλμένοι κατὰ σπουδὴν ἐπὶ τὴν βοήθειαν. πυθόμενοι δὲ τὴν πόλιν ἡλωκυῖαν, πρέσβεις ἀπέστειλαν, παρακαλοῦντες τὸν Ἀννίβαν τούς τε αἰχμαλώτους ἀπολυτρῶσαι καὶ τῶν θεῶν τοὺς ναοὺς ἐᾶσαι.
ὁ δʼ Ἀννίβας ἀπεκρίθη, τοὺς μὲν Σελινουντίους μὴ δυναμένους τηρεῖν τὴν ἐλευθερίαν πεῖραν τῆς δουλείας λήψεσθαι, τοὺς δὲ θεοὺς ἐκτὸς Σελινοῦντος οἴχεσθαι προσκόψαντας τοῖς ἐνοικοῦσιν.
ὅμως δὲ τῶν πεφευγότων Ἐμπεδίωνα πρεσβευτὴν ἀποστειλάντων, τούτῳ μὲν ὁ Ἀννίβας τὰς οὐσίας ἀποκατέστησεν· ἀεὶ γὰρ τὰ Καρχηδονίων ἦν πεφρονηκὼς καὶ πρὸ τῆς πολιορκίας τοῖς πολίταις συμβεβουλευκὼς μὴ πολεμεῖν Καρχηδονίους· ἐχαρίσατο δʼ αὐτῷ τοὺς συγγενεῖς τοὺς ὄντας ἐν τοῖς αἰχμαλώτοις, καὶ τοῖς ἐκπεφευγόσι Σελινουντίοις ἔδωκεν ἐξουσίαν τὴν πόλιν οἰκεῖν καὶ τὴν χώραν γεωργεῖν τελοῦντας φόρον τοῖς Καρχηδονίοις.