Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
τοσοῦτο γὰρ ὠμότητι διέφερον οἱ βάρβαροι τῶν ἄλλων, ὥστε τῶν λοιπῶν ἕνεκα τοῦ μηδὲν ἀσεβεῖν εἰς τὸ δαιμόνιον διασωζόντων τοὺς εἰς τὰ ἱερὰ καταπεφευγότας Καρχηδόνιοι τοὐναντίον ἀπέσχοντο τῶν πολεμίων, ὅπως τοὺς τῶν θεῶν ναοὺς συλήσειαν.
ἤδη δὲ νυκτὸς οὔσης ἡ μὲν πόλις διήρπαστο, τῶν δʼ οἰκιῶν αἱ μὲν κατεκαύθησαν, αἱ δὲ κατεσκάφησαν, πᾶς δʼ ἦν τόπος αἵματος καὶ νεκρῶν πλήρης. ἑξακισχίλια μὲν πρὸς τοῖς μυρίοις εὑρέθη σώματα πεπτωκότα, καὶ χωρὶς αἰχμάλωτα συνήχθη πλείω τῶν πεντακισχιλίων·
θεωροῦντες δὲ τὴν τοῦ βίου μεταβολὴν οἱ τοῖς Καρχηδονίοις Ἕλληνες συμμαχοῦντες ἠλέουν τὴν τῶν ἀκληρούντων τύχην. αἱ μὲν γυναῖκες ἐστερημέναι τῆς συνήθους τρυφῆς ἐν πολεμίων ὕβρει διενυκτέρευον, ὑπομένουσαι δεινὰς ταλαιπωρίας· ὧν ἔνιαι θυγατέρας ἐπιγάμους ὁρᾶν ἠναγκάζοντο πασχούσας οὐκ οἰκεῖα τῆς ἡλικίας.
ἡ γὰρ βαρβάρων ὠμότης οὔτε παίδων ἐλευθέρων οὔτε παρθένων φειδομένη δεινὰς τοῖς ἠτυχηκόσι παρίστα συμφοράς. διόπερ αἱ γυναῖκες ἀναλογιζόμεναι μὲν τὴν ἐν τῇ Λιβύῃ μέλλουσαν αὑταῖς ἔσεσθαι δουλείαν, θεωροῦσαι δʼ αὑτὰς ἅμα τοῖς τέκνοις ἐν ἀτιμίᾳ καὶ προπηλακισμῷ δεσποτῶν ἀναγκαζομένας ὑπακούειν, τούτους δʼ ὁρῶσαι ἀσύνετον μὲν τὴν φωνήν, θηριώδη δὲ τὸν τρόπον ἔχοντας, τὰ μὲν ζῶντα τῶν τέκνων ἐπένθουν, καὶ καθʼ ἕκαστον τῶν εἰς ταῦτα παρανομημάτων οἱονεὶ νυγμοὺς εἰς τὴν ψυχὴν λαμβάνουσαι περιπαθεῖς ἐγίνοντο καὶ πολλὰ τὴν ἑαυτῶν τύχην κατωδύροντο· τοὺς δὲ πατέρας, ἔτι δὲ ἀδελφούς, οἳ διαγωνιζόμενοι περὶ τῆς πατρίδος ἐτετελευτήκεισαν, ἐμακάριζον, οὐθὲν ἀνάξιον ἑωρακότας τῆς ἰδίας ἀρετῆς.
οἱ δὲ τὴν αἰχμαλωσίαν διαφυγόντες Σελινούντιοι, τὸν ἀριθμὸν ὄντες ἑξακόσιοι πρὸς τοῖς δισχιλίοις, διεσώθησαν εἰς Ἀκράγαντα καὶ πάντων ἔτυχον τῶν φιλανθρώπων· οἱ γὰρ Ἀκραγαντῖνοι σιτομετρήσαντες αὐτοῖς δημοσίᾳ διέδωκαν κατὰ τὰς οἰκίας, παρακελευσάμενοι τοῖς ἰδιώταις καὶ αὐτοῖς προθύμοις οὖσι χορηγεῖν τὰ πρὸς τὸ ζῆν ἅπαντα.
ἅμα δὲ τούτοις πραττομένοις εἰς τὸν Ἀκράγαντα κατήντησαν στρατιῶται τρισχίλιοι παρὰ Συρακοσίων ἐπίλεκτοι, προαπεσταλμένοι κατὰ σπουδὴν ἐπὶ τὴν βοήθειαν. πυθόμενοι δὲ τὴν πόλιν ἡλωκυῖαν, πρέσβεις ἀπέστειλαν, παρακαλοῦντες τὸν Ἀννίβαν τούς τε αἰχμαλώτους ἀπολυτρῶσαι καὶ τῶν θεῶν τοὺς ναοὺς ἐᾶσαι.
ὁ δʼ Ἀννίβας ἀπεκρίθη, τοὺς μὲν Σελινουντίους μὴ δυναμένους τηρεῖν τὴν ἐλευθερίαν πεῖραν τῆς δουλείας λήψεσθαι, τοὺς δὲ θεοὺς ἐκτὸς Σελινοῦντος οἴχεσθαι προσκόψαντας τοῖς ἐνοικοῦσιν.