Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
διὸ καὶ τῆς πόλεως καταλαμβανομένης παρὰ μὲν τοῖς Ἕλλησιν ἦν ὀδυρμοὺς καὶ δάκρυα θεωρεῖν, παρὰ δὲ τοῖς βαρβάροις ἀλαλαγμὸς ἦν καὶ βοὴ σύμμικτος· οἱ μὲν γὰρ τὸ μέγεθος τῆς περιεστώσης συμφορᾶς ἐν ὀφθαλμοῖς ἔχοντες περιδεεῖς ἦσαν, οἱ δὲ τοῖς εὐημερήμασιν ἐπηρμένοι σφάττειν παρεκελεύοντο.
εἰς δὲ τὴν ἀγορὰν συνδραμόντων τῶν Σελινουντίων, οὗτοι μὲν ἐνταῦθα μαχόμενοι πάντες ἀνῃρέθησαν· οἱ δὲ βάρβαροι σκεδασθέντες καθʼ ὅλην τὴν πόλιν τὴν μὲν ἐν ταῖς οἰκίαις εὐδαιμονίαν συνήρπασαν, τῶν δὲ ἐγκαταληφθέντων σωμάτων ἃ μὲν ταῖς οἰκίαις συγκατέκαιον, τῶν δʼ εἰς τὰς ὁδοὺς βιαζομένων οὐ διακρίνοντες οὔτε φύσιν οὔθʼ ἡλικίαν, ἀλλʼ ὁμοίως παῖδας νηπίους, γυναῖκας, πρεσβύτας ἐφόνευον, οὐδεμίαν συμπάθειαν λαμβάνοντες.
ἠκρωτηρίαζον δὲ καὶ τοὺς νεκροὺς κατὰ τὸ πάτριον ἔθος, καὶ τινὲς μὲν χεῖρας ἀθρόας περιέφερον τοῖς σώμασι, τινὲς δὲ κεφαλὰς ἐπὶ τῶν γαίσων καὶ τῶν σαυνίων ἀναπείροντες ἔφερον. ὅσας δὲ τῶν γυναικῶν μετὰ τέκνων εἰς τοὺς ναοὺς συμπεφευγυίας κατελάμβανον, παρεκελεύοντο μὴ φονεύειν, καὶ ταύταις μόναις πίστιν ἔδοσαν.