Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
οἱ μὲν οὖν ἐν τῇ πόλει Πελοποννήσιοι καὶ πάντες οἱ διαφυγόντες ἐκ τῆς μάχης ἔφυγον ἐπὶ τὸ τοῦ Φαρναβάζου στρατόπεδον· οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ τῶν τε νεῶν ἁπασῶν ἐγκρατεῖς ἐγενήθησαν καὶ πολλοὺς μὲν αἰχμαλώτους, ἀναρίθμητον δὲ πλῆθος λαφύρων ἤθροισαν, ὡς ἂν δύο δυνάμεις ἅμα τηλικαύτας νενικηκότες.
ἀπενεχθείσης δὲ τῆς νίκης εἰς Ἀθήνας, ὁ μὲν δῆμος ἐκ τῶν προτέρων συμφορῶν ἀνελπίστους εὐτυχίας ὁρῶν τῇ πόλει προσγεγενημένας μετέωρος ἦν ἐπὶ τοῖς εὐημερήμασι, καὶ τοῖς μὲν θεοῖς πανδημεὶ θυσίας καὶ πανηγύρεις ἐποιήσατο, εἰς δὲ τὸν πόλεμον ἐπέλεξε χιλίους τῶν ὁπλιτῶν τοὺς κρατίστους, ἱππεῖς δʼ ἑκατόν, πρὸς δὲ τούτοις τριάκοντα τριήρεις ἀπέστειλε τοῖς περὶ τὸν Ἀλκιβιάδην, ὅπως τὰς περὶ Λακεδαιμονίους πόλεις ἀδεῶς πορθῶσι κρατοῦντες τῆς θαλάττης.
οἱ δὲ Λακεδαιμόνιοι ὡς ἤκουσαν τὴν περὶ Κύζικον αὐτοῖς γενομένην συμφοράν, πρέσβεις ἐξέπεμψαν εἰς Ἀθήνας ὑπὲρ εἰρήνης, ὧν ἦν ἀρχιπρεσβευτὴς Ἔνδιος. ἐξουσίας δʼ αὐτῷ δοθείσης παρελθὼν συντόμως καὶ λακωνικῶς διελέχθη· διόπερ ἔκρινα μὴ παραλιπεῖν τοὺς ῥηθέντας λόγους.
βουλόμεθα πρὸς ὑμᾶς ἄγειν εἰρήνην, ἄνδρες Ἀθηναῖοι, καὶ τὰς μὲν πόλεις ἔχειν ἃς ἑκάτεροι κρατοῦμεν, τὰ δὲ φρούρια τὰ παρʼ ἀλλήλοις καταλῦσαι, τῶν δʼ αἰχμαλώτων λυτροῦντες ἀνθʼ ἑνὸς Ἀθηναίου λαβεῖν ἕνα Λάκωνα. οὐ γὰρ ἀγνοοῦμεν τὸν πόλεμον ἀμφοτέροις μὲν βλαβερόν, πολὺ δὲ μᾶλλον ὑμῖν.
παραπέμψαντες δὲ τὸν ἐμὸν λόγον ἐκ τῶν πραγμάτων μάθετε. ἡμεῖς μὲν ἅπασαν τὴν Πελοπόννησον γεωργοῦμεν, ὑμεῖς δὲ βραχὺ μέρος τῆς Ἀττικῆς· καὶ Λάκωσι μὲν ὁ πόλεμος πολλοὺς συνέθηκε συμμάχους, Ἀθηναίων δὲ τοσούτους ἀφείλατο ὅσους τοῖς πολεμίοις ἔδωκε· καὶ ἡμῖν μὲν ὁ πλουσιώτατος τῶν κατὰ τὴν οἰκουμένην βασιλέων χορηγός ἐστι τοῦ πολέμου, ὑμῖν δὲ οἱ πενιχρότατοι τῶν κατὰ τὴν οἰκουμένην·
διόπερ οἱ μὲν ἡμέτεροι κατὰ τὸ μέγεθος τῶν μισθῶν προθύμως στρατεύονται, οἱ δὲ ὑμέτεροι, τὰς εἰσφορὰς ἀπὸ τῶν ἰδίων διδόντες οὐσιῶν, ἅμα καὶ τὰς κακοπαθείας φεύγουσι καὶ τὰς δαπάνας.
ἔπειθʼ ἡμεῖς μὲν κατὰ θάλατταν πολεμοῦντες σκάφεσι πολιτικοῖς μόνον κινδυνεύομεν, ὑμεῖς δὲ πολίτας ἔχετε τοὺς πλείστους ἐν ταῖς ναυσίν. τὸ δὲ μέγιστον, ἡμεῖς μὲν κἂν κρατηθῶμεν ἐν τοῖς κατὰ θάλατταν πράγμασι, τήν γε κατὰ γῆν ἡγεμονίαν ὁμολογουμένως ἔχομεν· οὐδὲ γὰρ οἶδε τὸ φυγεῖν πεζὸς Σπαρτιάτης· ὑμεῖς δὲ τῆς θαλάττης ἐκβληθέντες οὐχ ὑπὲρ ἡγεμονίας πεζῆς, ἀλλʼ ὑπὲρ ἀναστάσεως ἀγωνιᾶτε.