Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
Ἀκραγαντῖνοι μὲν οὖν καὶ Νάξιοι συμμαχήσειν ἔφησαν Ἀθηναίοις, Καμαριναῖοι δὲ καὶ Μεσσήνιοι τὴν μὲν εἰρήνην ἄξειν ὡμολόγησαν, τὰς δʼ ὑπὲρ τῆς συμμαχίας ἀποκρίσεις ἀνεβάλοντο· Ἱμεραῖοι δὲ καὶ Σελινούντιοι, πρὸς δὲ τούτοις Γελῷοι καὶ Καταναῖοι, συναγωνιεῖσθαι τοῖς Συρακοσίοις ἐπηγγείλαντο. αἱ δὲ τῶν Σικελῶν πόλεις τῇ μὲν εὐνοίᾳ πρὸς Συρακοσίους ἔρρεπον, ὅμως δʼ ἐν ἡσυχίᾳ μένουσαι τὸ συμβησόμενον ἐκαραδόκουν.
τῶν δʼ Αἰγεσταίων οὐχ ὁμολογούντων δώσειν πλέον τῶν τριάκοντα ταλάντων, οἱ στρατηγοὶ τῶν Ἀθηναίων ἐγκαλέσαντες αὐτοῖς ἀνήχθησαν ἐκ Ῥηγίου μετὰ τῆς δυνάμεως, καὶ κατέπλευσαν τῆς Σικελίας εἰς Νάξον. δεξαμένων δʼ αὐτοὺς τῶν ἐν τῇ πόλει φιλοφρόνως, παρέπλευσαν ἐκεῖθεν εἰς Κατάνην.
τῶν δὲ Καταναίων εἰς μὲν τὴν πόλιν οὐ δεχομένων τοὺς στρατιώτας, τοὺς δὲ στρατηγοὺς ἐασάντων εἰσελθεῖν καὶ παρασχομένων ἐκκλησίαν, οἱ στρατηγοὶ τῶν Ἀθηναίων περὶ συμμαχίας διελέγοντο.
δημηγοροῦντος δὲ τοῦ Ἀλκιβιάδου τῶν στρατιωτῶν τινες διελόντες πυλίδα παρεισέπεσον εἰς τὴν πόλιν· διʼ ἣν αἰτίαν ἠναγκάσθησαν οἱ Καταναῖοι κοινωνεῖν τοῦ κατὰ τῶν Συρακοσίων πολέμου.