Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

διὸ καὶ πολὺν χρόνον ἀλλήλους περιέπλεον, διακλείοντες τὰ στενὰ καὶ περὶ τῆς στάσεως τοπομαχοῦντες· μεταξὺ γὰρ Ἀβύδου καὶ Σηστοῦ τῆς ναυμαχίας γινομένης συνέβαινε τὸν ῥοῦν οὐ μετρίως ἐμποδίζειν ἐν στενοῖς τόποις. οὐ μὴν ἀλλʼ οἱ τῶν Ἀθηναίων κυβερνῆται πολὺ ταῖς ἐμπειρίαις προέχοντες πολλὰ πρὸς τὴν νίκην συνεβάλοντο.

τῶν γὰρ Πελοποννησίων ὑπερεχόντων τῷ πλήθει τῶν νεῶν καὶ ταῖς τῶν ἐπιβατῶν ἀρεταῖς, ἡ τέχνη τῶν κυβερνητῶν ἄχρηστον τὴν ὑπεροχὴν τῶν ἐναντίων ἐποίει. ὁπότε γὰρ οἱ Πελοποννήσιοι κατὰ σπουδὴν ἀθρόαις ταῖς ναυσὶν εἰς ἐμβολὴν ἐπιφέροιντο, τὰς ἑαυτῶν οὕτως φιλοτέχνως καθίστανον, ὥστε τοῦ μὲν ἄλλου μέρους αὐτὰς μὴ δύνασθαι θιγεῖν, τοῖς δὲ στόμασι τῶν ἐμβόλων μόνοις ἀναγκάζεσθαι συμβάλλειν.

διόπερ ὁ Μίνδαρος ὁρῶν ἄπρακτον οὖσαν τὴν ἐκ τῶν ἐμβολῶν βίαν, κατʼ ὀλίγας καὶ κατὰ μίαν ἐκέλευσε συμπλέκεσθαι. οὐ μὴν οὐδʼ ἐνταῦθα τὴν τῶν κυβερνητῶν τέχνην ἄπρακτον εἶναι συνέβαινεν, ἀλλʼ εὐφυῶς ἐκκλίνοντες τὰς τῶν νεῶν ἐπιφερομένας ἐμβολὰς πλαγίαις ἐνέσειον καὶ πολλὰς κατετίτρωσκον.

φιλοτιμίας δʼ ἐμπεσούσης εἰς ἀμφοτέρους, οὐ μόνον ταῖς ἐμβολαῖς διεκινδύνευον, ἀλλὰ συμπλεκόμενοι τοῖς ἐπιβάταις διηγωνίζοντο. πολλὰ δʼ ὑπὸ τῆς τοῦ ῥοῦ βίας διακωλυόμενοι πράττειν ἐφʼ ἱκανὸν χρόνον διεκινδύνευον, οὐδετέρων δυναμένων τυχεῖν τῆς νίκης.

ἰσορρόπου δὲ τῆς μάχης οὔσης, ἐπεφάνησαν ὑπέρ τινος ἄκρας ναῦς εἴκοσι πέντε παρὰ τῶν συμμάχων ἀπεσταλμέναι τοῖς Ἀθηναίοις. φοβηθέντες δὲ οἱ Πελοποννήσιοι πρὸς τὴν Ἄβυδον ἔφυγον, ἐξαπτομένων τῶν Ἀθηναίων καὶ φιλοτιμότερον διωξάντων.

τῆς δὲ ναυμαχίας τοιοῦτον τέλος λαβούσης, Ἀθηναῖοι ναῦς ἔλαβον ὀκτὼ μὲν Χίων, πέντε δὲ Κορινθίων, Ἀμβρακιωτῶν δὲ δύο, Συρακοσίων δὲ καὶ Πελληνέων καὶ Λευκαδίων μίαν ἐξ ἑκάστων· αὐτοὶ δὲ πέντε ναῦς ἀπέβαλον, ἃς πάσας βυθισθῆναι συνέβη.