Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
τῇ δʼ ὑστεραίᾳ κατέβαινον οἱ στρατηγοὶ μετὰ τῶν στρατιωτῶν εἰς τὸν Πειραιέα, καὶ συνηκολούθει πᾶς ὁ κατὰ τὴν πόλιν ὄχλος ἀναμὶξ ἀστῶν τε καὶ ξένων, ἑκάστου τοὺς ἰδίους συγγενεῖς τε καὶ φίλους προπέμποντος.
αἱ μὲν οὖν τριήρεις παρʼ ὅλον τὸν λιμένα παρώρμουν κεκοσμημέναι τοῖς ἐπὶ ταῖς πρῴραις ἐπισήμασι καὶ τῇ λαμπρότητι τῶν ὅπλων· ὁ δὲ κύκλος ἅπας τοῦ λιμένος ἔγεμε θυμιατηρίων καὶ κρατήρων ἀργυρῶν, ἐξ ὧν ἐκπώμασι χρυσοῖς ἔσπενδον οἱ τιμῶντες τὸ θεῖον καὶ προσευχόμενοι κατατυχεῖν τῆς στρατείας.
ἀναχθέντες οὖν ἐκ τοῦ Πειραιέως περιέπλευσαν τὴν Πελοπόννησον καὶ κατηνέχθησαν εἰς Κόρκυραν· ἐνταῦθα γὰρ παραμένειν παρήγγελτο καὶ προσαναλαμβάνειν τοὺς παροίκους τῶν συμμάχων. ἐπεὶ δʼ ἅπαντες ἠθροίσθησαν, διαπλεύσαντες τὸν Ἰόνιον πόρον πρὸς ἄκραν Ἰαπυγίαν κατηνέχθησαν, κἀκεῖθεν ἤδη παρελέγοντο τὴν Ἰταλίαν.
ὑπὸ μὲν οὖν Ταραντίνων οὐ προσεδέχθησαν, Μεταποντίνους δὲ καὶ Ἡρακλειώτας παρέπλευσαν· εἰς δὲ Θουρίους κατενεχθέντες πάντων ἔτυχον τῶν φιλανθρώπων. ἐκεῖθεν δὲ καταπλεύσαντες εἰς Κρότωνα, καὶ λαβόντες ἀγορὰν παρὰ τῶν Κροτωνιατῶν, τῆς τε Λακινίας Ἥρας τὸ ἱερὸν παρέπλευσαν καὶ τὴν Διοσκουριάδα καλουμένην ἄκραν ὑπερέθεντο.
μετὰ δὲ ταῦτα τὸ καλούμενόν τε Σκυλλήτιον καὶ Λοκροὺς παρήλλαξαν, καὶ τοῦ Ῥηγίου καθορμισθέντες ἐγγὺς ἔπειθον τοὺς Ῥηγίνους συμμαχεῖν· οἱ δὲ ἀπεκρίναντο βουλεύσεσθαι μετὰ τῶν ἄλλων Ἰταλιωτῶν.
Συρακόσιοι δʼ ἀκούσαντες ἐπὶ τοῦ πορθμοῦ τὰς δυνάμεις εἶναι τῶν Ἀθηναίων, στρατηγοὺς κατέστησαν αὐτοκράτορας τρεῖς, Ἑρμοκράτην, Σικανόν, Ἡρακλείδην, οἳ τοὺς στρατιώτας κατέγραφον καὶ πρέσβεις ἐπὶ τὰς κατὰ Σικελίαν πόλεις ἀπέστελλον, δεόμενοι τῆς κοινῆς σωτηρίας ἀντιλαμβάνεσθαι· τοὺς γὰρ Ἀθηναίους τῷ μὲν λόγῳ πρὸς Συρακοσίους ἐνίστασθαι τὸν πόλεμον, τῇ δʼ ἀληθείᾳ καταστρέψασθαι βουλομένους ὅλην τὴν νῆσον.