Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὅσοι μὲν γὰρ λόγου καὶ παιδείας ἐν τῇ πόλει μετεσχήκατε, δότε τὸν ἔλεον τοῖς τὴν πατρίδα κοινὸν παιδευτήριον παρεχομένοις πᾶσιν ἀνθρώποις· ὅσοι δὲ τῶν ἁγνοτάτων μυστηρίων μετειλήφατε, σώσατε τοὺς μυήσαντας, οἱ μὲν ἤδη μετεσχηκότες τῶν φιλανθρωπιῶν τὴν χάριν διδόντες τῆς εὐεργεσίας, οἱ δὲ μέλλοντες μεταλήψεσθαι μὴ παραιρούμενοι τῷ θυμῷ τὴν ἐλπίδα.
ποῖος γὰρ τόπος τοῖς ξένοις βάσιμος εἰς παιδείαν ἐλευθέριον τῆς Ἀθηναίων πόλεως ἀνῃρημένης; βραχὺ τὸ διὰ τὴν ἁμαρτίαν μῖσος, μεγάλα δὲ καὶ πολλὰ τὰ πρὸς εὔνοιαν αὐτοῖς εἰργασμένα. χωρὶς δὲ τῆς περὶ τὴν πόλιν ἐντροπῆς καὶ κατʼ ἰδίαν ἄν τις τοὺς αἰχμαλώτους ἐξετάζων εὕροι δικαίως ἐλέου τυγχάνοντας. οἱ μὲν γὰρ σύμμαχοι τῇ τῶν κρατούντων ὑπεροχῇ βιασθέντες ἠναγκάσθησαν συστρατεύειν.
διόπερ εἰ τοὺς ἐξ ἐπιβολῆς ἀδικήσαντας δίκαιόν ἐστι τιμωρεῖσθαι, τοὺς ἀκουσίως ἐξαμαρτάνοντας προσῆκον ἂν εἴη συγγνώμης ἀξιοῦν. τί λέγω Νικίαν, ὃς ἀπʼ ἀρχῆς τὴν πολιτείαν ὑπὲρ Συρακοσίων ἐνστησάμενος μόνος ἀντεῖπεν ὑπὲρ τῆς εἰς Σικελίαν στρατείας, ἀεὶ δὲ τῶν παρεπιδημούντων Συρακοσίων φροντίζων καὶ πρόξενος ὢν διατετέλεκεν;