Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ μὲν οὖν Διομέδων ταῦτα διαλεχθεὶς ἐπὶ τὸν κυρωθέντα θάνατον ἀπήγετο μετὰ τῶν ἄλλων στρατηγῶν, τοῖς ἀγαθοῖς τῶν πολιτῶν πολὺν οἶκτον παραστήσας καὶ δάκρυα· τὸν γὰρ ἀδίκως τελευτᾶν μέλλοντα τοῦ μὲν καθʼ αὑτὸν πάθους μηδʼ ἡντινοῦν ποιεῖσθαι μνείαν, ὑπὲρδὲ τῆς ἀδικούσης πόλεως ἀξιοῦν τὰς εὐχὰς ἀποδιδόναι τοῖς θεοῖς, ἐφαίνετʼ ἀνδρὸς εὐσεβοῦς ἔργον καὶ μεγαλοψύχου καὶ τῆς περὶ αὐτὸν τύχης ἀναξίου.

τούτους μὲν οὖν οἱ ταχθέντες ὑπὸ τῶν νόμων ἕνδεκα ἄρχοντες ἀπέκτειναν, οὐχ οἷον ἠδικηκότας τι τὴν πόλιν, ἀλλὰ ναυμαχίαν μεγίστην τῶν Ἕλλησι πρὸς Ἕλληνας γεγενημένων νενικηκότας καὶ ἐν ἄλλαις μάχαις λαμπρῶς ἠγωνισμένους, καὶ διὰ τὰς ἰδίας ἀρετὰς τρόπαια κατὰ τῶν πολεμίων ἑστακότας.

οὕτως δʼ ὁ δῆμος τότε παρεφρόνησε, καὶ παροξυνθεὶς ἀδίκως ὑπὸ τῶν δημαγωγῶν τὴν ὀργὴν ἀπέσκηψεν εἰς ἄνδρας οὐ τιμωρίας, ἀλλὰ πολλῶν ἐπαίνων καὶ στεφάνων ἀξίους.

ταχὺ δὲ καὶ τοῖς πείσασι καὶ τοῖς πεισθεῖσι μετεμέλησεν, οἱονεὶ νεμεσήσαντος τοῦ δαιμονίου· οἱ μὲν γὰρ ἐξαπατηθέντες ἐπίχειρα τῆς ἀγνοίας ἔλαβον μετʼ οὐ πολὺν χρόνον καταπολεμηθέντες οὐχ ὑφʼ ἑνὸς δεσπότου μόνον, ἀλλὰ τριάκοντα·

ὁ δʼ ἐξαπατήσας καὶ τὴν γνώμην εἰπὼν Καλλίξενος εὐθὺ τοῦ πλήθους μεταμεληθέντος εἰς αἰτίαν ἦλθεν ὡς τὸν δῆμον ἐξηπατηκώς· οὐκ ἀξιωθεὶς δʼ ἀπολογίας ἐδέθη, καὶ καταβληθεὶς εἰς τὴν δημοσίαν φυλακὴν ἔλαθε μετά τινων διορύξας τὸ δεσμωτήριον καὶ διαδρὰς πρὸς τοὺς πολεμίους εἰς Δεκέλειαν, ὅπως διαφυγὼν τὸν θάνατον μὴ μόνον Ἀθήνησιν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι δακτυλοδεικτουμένην ἔχῃ τὴν πονηρίαν παρʼ ὅλον τὸν βίον.

τὰ μὲν οὖν κατὰ τοῦτον τὸν ἐνιαυτὸν πραχθέντα σχεδὸν ταῦτʼ ἐστίν. τῶν δὲ συγγραφέων Φίλιστος τὴν πρώτην σύνταξιν τῶν Σικελικῶν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφεν, εἰς τὴν Ἀκράγαντος ἅλωσιν, ἐν βύβλοις ἑπτὰ διελθὼν χρόνον ἐτῶν πλείω τῶν ὀκτακοσίων, τῆς δὲ δευτέρας συντάξεως τὴν μὲν ἀρχὴν ἀπὸ τῆς τῆς προτέρας τελευτῆς πεποίηται, γέγραφε δὲ βύβλους τέσσαρας.

περὶ δὲ τὸν αὐτὸν χρόνον ἐτελεύτησε Σοφοκλῆς ὁ Σοφίλου, ποιητὴς τραγῳδιῶν, ἔτη βιώσας ἐνενήκοντα, νίκας δʼ ἔχων ὀκτωκαίδεκα. φασὶ δὲ τὸν ἄνδρα τοῦτον τὴν ἐσχάτην τραγῳδίαν εἰσαγαγόντα καὶ νικήσαντα χαρᾷ περιπεσεῖν ἀνυπερβλήτῳ, διʼ ἣν καὶ τελευτῆσαι.

Ἀπολλόδωρος δʼ ὁ τὴν χρονικὴν σύνταξιν πραγματευσάμενός φησι καὶ τὸν Εὐριπίδην κατὰ τὸν αὐτὸν ἐνιαυτὸν τελευτῆσαι· τινὲς δὲ λέγουσι παρʼ Ἀρχελάῳ τῷ βασιλεῖ Μακεδόνων κατὰ τὴν χώραν ἐξελθόντα κυσὶ περιπεσεῖν καὶ διασπασθῆναι μικρῷ πρόσθεν τούτων τῶν χρόνων.