Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

πυθόμενος δὲ τὸν Βρασίδαν μετὰ δυνάμεως διατρίβειν περὶ πόλιν Ἀμφίπολιν, ἀνέζευξεν ἐπʼ αὐτόν. ὁ δὲ Βρασίδας ὡς ἤκουσε προσιόντας τοὺς πολεμίους, ἐκτάξας τὴν δύναμιν ἀπήντα τοῖς Ἀθηναίοις· γενομένης δὲ παρατάξεως μεγάλης, καὶ τῶν στρατοπέδων ἀγωνισαμένων ἀμφοτέρων λαμπρῶς, τὸ μὲν πρῶτον ἰσόρροπος ἦν ἡ μάχη, μετὰ δὲ ταῦτα παρʼ ἑκατέροις τῶν ἡγεμόνων φιλοτιμουμένων διʼ ἑαυτῶν κρῖναι τὴν μάχην, συνέβη πολλοὺς τῶν ἀξιολόγων ἀνδρῶν ἀναιρεθῆναι, τῶν στρατηγῶν αὑτοὺς καταστησάντων εἰς τὴν μάχην καὶ ὑπὲρ τῆς νίκης ἀνυπέρβλητον φιλοτιμίαν εἰσενεγκαμένων.

ὁ μὲν οὖν Βρασίδας ἀριστεύσας καὶ πλείστους ἀνελὼν ἡρωικῶς κατέστρεψε τὸν βίον· ὁμοίως δὲ καὶ τοῦ Κλέωνος ἐν τῇ μάχῃ πεσόντος, ἀμφότεραι μὲν αἱ δυνάμεις διὰ τὴν ἀναρχίαν ἐταράχθησαν, τὸ τέλος δʼ ἐνίκησαν οἱ Λακεδαιμόνιοι καὶ τρόπαιον ἔστησαν. οἱ δʼ Ἀθηναῖοι τοὺς νεκροὺς ὑποσπόνδους, ἀνελόμενοι καὶ θάψαντες ἀπέπλευσαν εἰς τὰς Ἀθήνας.

εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τινῶν ἐκ τῆς μάχης καὶ τὴν Βρασίδου νίκην ἅμα καὶ τελευτὴν ἀπαγγειλάντων, ἡ μήτηρ τοῦ Βρασίδου πυνθανομένη περὶ τῶν πραχθέντων κατὰ τὴν μάχην ἐπηρώτησε, ποῖός τις γέγονεν ἐν τῇ παρατάξει Βρασίδας· τῶν δʼ ἀποκριναμένων ὅτι πάντων Λακεδαιμονίων ἄριστος, εἶπεν ἡ μήτηρ τοῦ τετελευτηκότος ὅτι Βρασίδας ὁ υἱὸς αὐτῆς ἦν ἀγαθὸς ἀνήρ, πολλῶν μέντοι γε ἑτέρων καταδεέστερος.

τῶν δὲ λόγων τούτων διαδοθέντων κατὰ τὴν πόλιν οἱ ἔφοροι δημοσίᾳ τὴν γυναῖκα ἐτίμησαν, ὅτι προέκρινε τὸν τῆς πατρίδος ἔπαινον τῆς τοῦ τέκνου δόξης.

μετὰ δὲ τὴν εἰρημένην μάχην ἔδοξαν οἱ Ἀθηναῖοι τοῖς Λακεδαιμονίοις συνθέσθαι σπονδὰς πεντηκονταετεῖς ἐπὶ τοῖσδε· τοὺς μὲν αἰχμαλώτους παρʼ ἀμφοτέροις ἀπολυθῆναι, τὰς δὲ πόλεις ἀποδοῦναι τὰς κατὰ πόλεμον ληφθείσας.

ὁ μὲν οὖν Πελοποννησιακὸς πόλεμος, διαμείνας μέχρι τῶν ὑποκειμένων καιρῶν ἔτη δέκα, τὸν εἰρημένον τρόπον κατελύθη.