Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐφʼ οἷς παροξυνθεὶς ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε στρατηγοὺς μετὰ δυνάμεως ἐπʼ αὐτοὺς Ἀριστείδην καὶ Σύμμαχον. οὗτοι δὲ καταπλεύσαντες εἰς τὴν Λέσβον καὶ προσβολὰς ποιησάμενοι συνεχεῖς εἷλον τὴν Ἄντανδρον, καὶ τῶν φυγάδων τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐκ τῆς πόλεως ἐξέβαλον, αὐτοὶ δὲ φρουρὰν ἀπολιπόντες τὴν φυλάξουσαν τὸ χωρίον ἀπέπλευσαν ἐκ τῆς Λέσβου.

μετὰ δὲ ταῦτα Λάμαχος ὁ στρατηγὸς ἔχων δέκα τριήρεις ἔπλευσεν εἰς τὸν Πόντον, καὶ καθορμισθεὶς εἰς Ἡράκλειαν περὶ τὸν ποταμὸν τὸν ὀνομαζόμενον Κάλητα πάσας τὰς ναῦς ἀπέβαλε· μεγάλων γὰρ ὄμβρων καταρραγέντων, καὶ τοῦ ποταμοῦ βίαιον τὴν καταφορὰν τοῦ ῥεύματος ποιησαμένου, τὰ σκάφη κατά τινας τραχεῖς τόπους προσπεσόντα τῇ γῇ διεφθάρη.