Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὗτος δʼ ἐπὶ πρώτην τὴν Μῆλον πλεύσας τήν τε χώραν ἐδῄωσε καὶ τὴν πόλιν ἐφʼ ἱκανὰς ἡμέρας ἐπολιόρκησεν· αὕτη γὰρ μόνη τῶν Κυκλάδων νήσων διεφύλαττε τὴν πρὸς Λακεδαιμονίους συμμαχίαν, ἄποικος οὖσα τῆς Σπάρτης.

ὁ δὲ Νικίας, γενναίως ἀμυνομένων τῶν Μηλίων οὐ δυνάμενος ἑλεῖν τὴν πόλιν, ἀπέπλευσεν εἰς Ὠρωπὸν τῆς Βοιωτίας. ἐνταῦθα δὲ τὰς ναῦς ἀπολιπὼν παρῆλθεν εἰς τὴν τῶν Ταναγραίων χώραν μετὰ τῶν ὁπλιτῶν, καὶ κατέλαβεν ἐνταῦθα δύναμιν ἑτέραν Ἀθηναίων, ἧς ἐστρατήγει Ἱππόνικος ὁ Καλλίου.

συνελθόντων δὲ εἰς ταὐτὸ τῶν στρατοπέδων ἀμφοτέρων, οὗτοι μὲν ἐπεπορεύοντο τὴν χώραν πορθοῦντες, τῶν δὲ Θηβαίων ἐκβοηθούντων συνάψαντες αὐτοῖς μάχην οἱ Ἀθηναῖοι καὶ πολλοὺς ἀνελόντες ἐνίκησαν.

μετὰ δὲ τὴν μάχην οἱ μεθʼ Ἱππονίκου στρατιῶται τὴν εἰς Ἀθήνας ἐπάνοδον ἐποιήσαντο, Νικίας δὲ παρελθὼν ἐπὶ τὰς ναῦς παρέπλευσεν ἐπὶ τὴν Λοκρίδα, καὶ τὴν παραθαλάττιον χώραν πορθήσας προσελάβετο παρὰ τῶν συμμάχων τριήρεις τετταράκοντα, ὥστε τὰς πάσας ἔχειν αὐτὸν ναῦς ἑκατόν· καταλέξας δὲ καὶ πεζοὺς στρατιώτας οὐκ ὀλίγους, καὶ δύναμιν ἀξιόλογον συστησάμενος, ἔπλευσεν ἐπὶ τὴν Κόρινθον.