Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ἐν δὲ ταῖς Ἀθήναις τοῦ δήμου βουλευομένου πῶς χρὴ προσενέγκασθαι τοῖς Μυτιληναίοις, Κλέων ὁ δημαγωγός, ὠμὸς ὢν τὸν τρόπον καὶ βίαιος, παρώξυνε τὸν δῆμον, ἀποφαινόμενος δεῖν τοὺς Μυτιληναίους αὐτοὺς μὲν ἡβηδὸν ἅπαντας ἀποκτεῖναι, τέκνα δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι.
τέλος δὲ πεισθέντων τῶν Ἀθηναίων κατὰ τὴν γνώμην τε τοῦ Κλέωνος ψηφισαμένων, ἀπεστάλησαν εἰς τὴν Μυτιλήνην οἱ τὰ δοχθέντα τῷ δήμῳ δηλώσοντες τῷ στρατηγῷ.
τοῦ δὲ Πάχητος ἀναγνόντος τὸ ψήφισμα ἦλθεν ἐναντίον τῷ προτέρῳ ἕτερον. ὁ δὲ Πάχης γνοὺς τὴν μετάνοιαν τῶν Ἀθηναίων ἐχάρη, καὶ τοὺς Μυτιληναίους συναγαγὼν εἰς ἐκκλησίαν ἀπέλυσε τῶν ἐγκλημάτων, ἅμα δὲ καὶ τῶν μεγίστων φόβων. Ἀθηναῖοι δὲ τῆς Μυτιλήνης τὰ τείχη περιελόντες τὴν Λέσβον ὅλην πλὴν τῆς Μηθυμναίων χώρας κατεκληρούχησαν. ἡ μὲν οὖν Λεσβίων ἀπόστασις ἀπʼ Ἀθηναίων τοιοῦτον ἔσχε τὸ τέλος.
περὶ δὲ τοὺς αὐτοὺς χρόνους Λακεδαιμόνιοι τὰς Πλαταιὰς πολιορκοῦντες περιετείχισαν τὴν πόλιν καὶ στρατιώταις πολλοῖς παρεφύλαττον. χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν Ἀθηναίων μηδεμίαν ἐξαποστελλόντων βοήθειαν, οἱ πολιορκούμενοι σιτοδείᾳ τε συνείχοντο καὶ τῶν πολιτῶν ἐν ταῖς προσβολαῖς πολλοὺς ἀπεβεβλήκεσαν.
ἀπορουμένων δʼ αὐτῶν καὶ βουλευομένων περὶ τῆς σωτηρίας, τοῖς μὲν πολλοῖς ἐδόκει τὴν ἡσυχίαν ἄγειν, τοῖς δʼ ἄλλοις ὡς διακοσίοις οὖσιν ἔδοξε νυκτὸς βιάσασθαι τοὺς φύλακας καὶ διεκπεσεῖν εἰς τὰς Ἀθήνας.
τηρήσαντες οὖν ἀσέληνον νύκτα τοὺς μὲν ἄλλους ἔπεισαν εἰς θάτερα μέρη προσβάλλειν τῷ περιτειχίσματι, αὐτοὶ δʼ ἑτοιμασάμενοι κλίμακας, καὶ τῶν πολεμίων παραβοηθούντων ἐν τοῖς ἀπεστραμμένοις μέρεσι τῶν τειχῶν, αὐτοὶ διὰ τῶν κλιμάκων ἔτυχον ἀναβάντες ἐπὶ τὸ τεῖχος, καὶ τοὺς φύλακας ἀποκτείναντες διέφυγον εἰς τὰς Ἀθήνας.
τῇ δʼ ὑστεραίᾳ Λακεδαιμόνιοι μὲν παροξυνθέντες ἐπὶ τῷ δρασμῷ τῶν ἀπεληλυθότων ἐκ τῆς πόλεως, προσέβαλον τῇ πόλει τῶν Πλαταιέων καὶ πᾶσαν εἰσεφέροντο σπουδὴν βίᾳ χειρώσασθαι τοὺς πολιορκουμένους· οἱ δὲ Πλαταιεῖς καταπλαγέντες καὶ διαπρεσβευσάμενοι παρέδωκαν ἑαυτούς τε καὶ τὴν πόλιν τοῖς πολεμίοις.