Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
Ἀθηναῖοι δὲ στρατηγοὺς καταστήσαντες Ξενοφῶντα καὶ Φανόμαχον ἀπέστειλαν ἐπὶ Θρᾴκην μετὰ στρατιωτῶν χιλίων. οὗτοι δὲ παραγενηθέντες εἰς Σπάρτωλον τῆς Βοττικῆς ἔτεμον τὴν χώραν, καὶ τὸν σῖτον ἐν χλόῃ διέφθειραν. προσβοηθησάντων δὲ τοῖς Βοττιαίοις Ὀλυνθίων, ἡττήθησαν ὑπὸ τούτων μάχῃ· ἀνῃρέθησαν δὲ τῶν Ἀθηναίων οἵ τε στρατηγοὶ καὶ τῶν στρατιωτῶν οἱ πλείους.
ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι πεισθέντες ὑπὸ Ἀμβρακιωτῶν ἐστράτευσαν εἰς Ἀκαρνανίαν. ἡγούμενος δὲ τούτων Κνῆμος εἶχε στρατιώτας πεζοὺς χιλίους καὶ ναῦς ὀλίγας· προσλαβόμενος δὲ καὶ παρὰ τῶν συμμάχων στρατιώτας τοὺς ἱκανοὺς ἧκεν εἰς τὴν Ἀκαρνανίαν καὶ κατεστρατοπέδευσε πλησίον πόλεως τῆς ὀνομαζομένης Στράτου.
οἱ δὲ Ἀκαρνᾶνες συστραφέντες καὶ τοῖς πολεμίοις ἐνεδρεύσαντες πολλοὺς ἀπέκτειναν, καὶ συνηνάγκασαν τὸν Κνῆμον ἀπαγαγεῖν τὴν δύναμιν εἰς τοὺς ὀνομαζομένους Οἰνιάδας.