Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
μετὰ δὲ ταῦθʼ οἱ Ἀθηναῖοι, τῆς μὲν χώρας δεδενδροκοπημένης, τῆς δὲ νόσου πολλοὺς διαφθειρούσης, ἐν ἀθυμίᾳ καθειστήκεσαν, καὶ τὸν Περικλέα νομίζοντες αἴτιον αὐτοῖς γεγονέναι τοῦ πολέμου διʼ ὀργῆς εἶχον. διόπερ ἀποστήσαντες αὐτὸν τῆς στρατηγίας, καὶ μικράς τινας ἀφορμὰς ἐγκλημάτων λαβόντες, ἐζημίωσαν αὐτὸν ὀγδοήκοντα ταλάντοις.
μετὰ δὲ ταῦτα πρεσβείας ἀποστείλαντες Λακεδαιμονίοις ἠξίουν καταλύσασθαι τὸν πόλεμον· ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἠναγκάζοντο πάλιν τὸν Περικλέα στρατηγὸν αἱρεῖσθαι. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἐπαμείνονος Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Παπίριον καὶ Αὖλον Κορνήλιον Μακερῖνον. ἐπὶ δὲ τούτων ἐν μὲν ταῖς Ἀθήναις Περικλῆς ὁ στρατηγὸς ἐτελεύτησεν, ἀνὴρ γένει καὶ πλούτῳ, πρὸς δὲ τούτοις δεινότητι λόγου καὶ στρατηγίᾳ πολὺ προέχων τῶν πολιτῶν.