Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

γενομένης δὲ πολιορκίας, καὶ τοῦ Βρασίδου λαμπρότατα κινδυνεύσαντος, Ἀθηναῖοι μὲν οὐ δυνάμενοι τὸ χωρίον ἑλεῖν ἀπεχώρησαν πρὸς τὰς ναῦς, Βρασίδας δὲ διασεσωκὼς τὴν Μεθώνην διὰ τῆς ἰδίας ἀρετῆς καὶ ἀνδρείας ἀποδοχῆς ἔτυχε παρὰ τοῖς Σπαρτιάταις. διὰ δὲ τὴν ἀνδραγαθίαν ταύτην φρονηματισθείς, πολλάκις ἐν τοῖς ὕστερον χρόνοις παραβόλως ἀγωνιζόμενος μεγάλην δόξαν ἀνδρείας ἀπηνέγκατο.

Ἀθηναῖοι δὲ περιπλεύσαντες εἰς τὴν Ἠλείαν τήν τε χώραν ἐπόρθουν καὶ Φειὰν χωρίον Ἠλείων ἐπολιόρκουν. ἐκβοηθησάντων δὲ τῶν Ἠλείων, μάχῃ τε ἐνίκησαν καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων εἷλον τὰς Φειὰς κατὰ κράτος.

μετὰ δὲ ταῦτα τῶν Ἠλείων πανδημεὶ παραταξαμένων ἀπεκρούσθησαν εἰς τὰς ναῦς· εἶτʼ ἀποπλεύσαντες εἰς τὴν Κεφαλληνίαν, καὶ τοὺς ταύτην κατοικοῦντας εἰς τὴν συμμαχίαν προσαγαγόμενοι, τὸν εἰς τὰς Ἀθήνας πλοῦν ἐποιήσαντο.