Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
οἱ δὲ Κορίνθιοι τοὺς μὲν Ἐπιδαμνίους ἐλεοῦντες, τοὺς δὲ Κερκυραίους μισοῦντες διὰ τὸ μόνους τῶν ἀποίκων μὴ πέμπειν τὰ κατειθισμένα ἱερεῖα τῇ μητροπόλει, ἔκριναν βοηθεῖν τοῖς Ἐπιδαμνίοις. διόπερ ἀποίκους τε ἐξέπεμψαν εἰς τὴν Ἐπίδαμνον καὶ στρατιώτας ἱκανοὺς φρουρῆσαι τὴν πόλιν.
ἐπὶ δὲ τούτοις οἱ Κερκυραῖοι παροξυνθέντες ἀπέστειλαν πεντήκοντα τριήρεις καὶ στρατηγὸν ἐπʼ αὐτῶν. οὗτος δὲ προσπλεύσας τῇ πόλει προσέταττε τοὺς μὲν φυγάδας καταδέχεσθαι· ἐπὶ δὲ τοὺς φρουροὺς Κορινθίους πρέσβεις ἀπέστειλαν ἀξιοῦντες δικαστηρίῳ κριθῆναι περὶ τῆς ἀποικίας, μὴ πολέμῳ. τῶν δὲ Κορινθίων οὐ προσεχόντων αὐτοῖς, συγκατέβησαν εἰς πόλεμον ἀμφότεροι, καὶ ναυτικὰς δυνάμεις ἀξιολόγους κατεσκεύαζον καὶ συμμάχους προσελαμβάνοντο. ὁ μὲν οὖν Κορινθιακὸς ὀνομασθεὶς πόλεμος συνέστη διὰ τὰς προειρημένας αἰτίας.
Ῥωμαῖοι δὲ πρὸς Οὐολούσκους διαπολεμοῦντες τὸ μὲν πρῶτον ἀκροβολισμοὺς καὶ μικρὰς μάχας συνετέλουν, μετὰ δὲ ταῦτα παρατάξει μεγάλῃ νικήσαντες τοὺς πλείους τῶν πολεμίων κατέκοψαν.