Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δὲ Πολυζήλου πρὸς τὴν στρατείαν οὐχ ὑπακούσαντος διὰ τὴν ῥηθεῖσαν ὑποψίαν, διʼ ὀργῆς εἶχε τὸν ἀδελφόν, καὶ φυγόντος πρὸς Θήρωνα τὸν Ἀκραγαντίνων τύραννον, καταπολεμῆσαι τοῦτον παρεσκευάζετο.

μετὰ δὲ ταῦτα Θρασυδαίου τοῦ Θήρωνος ἐπιστατοῦντος τῆς τῶν Ἱμεραίων πόλεως βαρύτερον τοῦ καθήκοντος, συνέβη τοὺς Ἱμεραίους ἀπαλλοτριωθῆναι παντελῶς ἀπʼ αὐτοῦ.

πρὸς μὲν οὖν τὸν πατέρα πορεύεσθαί τε καὶ κατηγορεῖν ἀπεδοκίμαζον, νομίζοντες οὐχ ἕξειν ἴσον ἀκουστήν· πρὸς δὲ τὸν Ἱέρωνα πρέσβεις ἀπέστειλαν κατηγοροῦντες τοῦ Θρασυδαίου καὶ ἐπαγγελλόμενοι τήν τε πόλιν ἐκείνῳ παραδώσειν καὶ συνεπιθήσεσθαι τοῖς περὶ τὸν Θήρωνα.

ὁ δὲ Ἱέρων κρίνας εἰρηνικῶς διαλύσασθαι πρὸς τὸν Θήρωνα, προύδωκε τοὺς Ἱμεραίους καὶ τὰ βεβουλευμένα λαθραίως ἐμήνυσεν. διόπερ Θήρων ἐξετάσας τὰ κατὰ τὴν βουλήν, καὶ τὴν μήνυσιν ἀληθινὴν εὑρίσκων, πρὸς μὲν τὸν Ἱέρωνα διελύσατο καὶ τὸν Πολύζηλον εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκατέστησε, τῶν δὲ Ἱμεραίων τοὺς ἐναντίους πολλοὺς ὄντας συλλαβὼν ἀπέσφαξεν.

Ἱέρων δὲ τούς τε Ναξίους καὶ τοὺς Καταναίους ἐκ τῶν πόλεων ἀναστήσας, ἰδίους οἰκήτορας ἀπέστειλεν, ἐκ μὲν Πελοποννήσου πεντακισχιλίους ἀθροίσας, ἐκ δὲ Συρακουσῶν ἄλλους τοσούτους προσθείς· καὶ τὴν μὲν Κατάνην μετωνόμασεν Αἴτνην, τὴν δὲ χώραν οὐ μόνον τὴν Καταναίαν, ἀλλὰ καὶ πολλὴν τῆς ὁμόρου προσθεὶς κατεκληρούχησε, μυρίους πληρώσας οἰκήτορας.

τοῦτο δʼ ἔπραξε σπεύδων ἅμα μὲν ἔχειν βοήθειαν ἑτοίμην ἀξιόλογον πρὸς τὰς ἐπιούσας χρείας, ἅμα δὲ καὶ ἐκ τῆς γενομένης μυριάνδρου πόλεως τιμὰς ἔχειν ἡρωικάς. τοὺς δὲ Ναξίους καὶ τοὺς Καταναίους ἐκ τῶν πατρίδων ἀνασταθέντας μετῴκισεν εἰς τοὺς Λεοντίνους, καὶ μετὰ τῶν ἐγχωρίων προσέταξε κατοικεῖν τὴν πόλιν.

Θήρων δὲ μετὰ τὴν Ἱμεραίων σφαγὴν ὁρῶν τὴν πόλιν οἰκητόρων δεομένην, συνῴκισεν εἰς ταύτην τούς τε Δωριεῖς καὶ τῶν ἄλλων τοὺς βουλομένους ἐπολιτογράφησεν.

οὗτοι μὲν οὖν μετʼ ἀλλήλων καλῶς πολιτευόμενοι διετέλεσαν ἔτη πεντήκοντα καὶ ὀκτώ· τότε δὲ τῆς πόλεως ὑπὸ Καρχηδονίων χειρωθείσης καὶ κατασκαφείσης, διέμεινεν ἀοίκητος μέχρι τῶν καθʼ ἡμᾶς καιρῶν.