Laws
Plato
Plato, creator. Platonis Opera Tomvs V Tetralogia VIII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1914.
ΜΕ. πρὸς μὲν τοῦ Λακωνικοῦ τρόπου, ὦ ξένε, τὸ τὰ βραχύτερα ἀεὶ προτιμᾶν· τούτων μὴν τῶν γραμμάτων εἴ τις κριτὴν ἐμὲ κελεύοι γίγνεσθαι πότερα βουλοίμην ἂν ἐν τῇ πόλει μοι γεγραμμένα τεθῆναι, τὰ μακρότερʼ ἂν ἑλοίμην, καὶ δὴ καὶ περὶ παντὸς νόμου κατὰ τοῦτο τὸ παράδειγμα, εἰ γίγνοιτο ἑκάτερα, ταὐτὸν τοῦτʼ ἂν αἱροίμην. οὐ μὴν ἀλλά που καὶ Κλεινίᾳ τῷδʼ ἀρέσκειν δεῖ τὰ νῦν νομοθετούμενα· τούτου γὰρ ἡ πόλις ἡ νῦν τοῖς τοιούτοις νόμοις χρῆσθαι διανοουμένη.
ΚΛ. καλῶς γʼ, ὦ Μέγιλλε, εἶπες.
ΑΘ. τὸ μὲν οὖν περὶ πολλῶν ἢ ὀλίγων γραμμάτων ποιήσασθαι τὸν λόγον λίαν εὔηθες—τὰ γὰρ οἶμαι βέλτιστα, ἀλλʼ οὐ τὰ βραχύτατα οὐδὲ τὰ μήκη τιμητέον—τὰ δʼ ἐν τοῖς νυνδὴ νόμοις ῥηθεῖσιν οὐ διπλῷ θάτερα τῶν ἑτέρων διάφορα μόνον εἰς ἀρετὴν τῆς χρείας, ἀλλʼ ὅπερ ἐρρήθη νυνδή, τὸ τῶν διττῶν ἰατρῶν γένος ὀρθότατα παρετέθη. πρὸς τοῦτο δὲ οὐδεὶς ἔοικε διανοηθῆναι πώποτε τῶν νομοθετῶν, ὡς ἐξὸν δυοῖν χρῆσθαι πρὸς τὰς νομοθεσίας, πειθοῖ καὶ βίᾳ, καθʼ ὅσον οἷόν τε ἐπὶ τὸν ἄπειρον παιδείας ὄχλον, τῷ ἑτέρῳ χρῶνται μόνον· οὐ γὰρ πειθοῖ κεραννύντες τὴν μάχην νομοθετοῦσιν, ἀλλʼ ἀκράτῳ μόνον τῇ βίᾳ. ἐγὼ δʼ, ὦ μακάριοι, καὶ τρίτον ἔτι περὶ τοὺς νόμους ὁρῶ γίγνεσθαι δέον, οὐδαμῇ τὰ νῦν γιγνόμενον.
ΚΛ. τὸ ποῖον δὴ λέγεις;
ΑΘ. ἐξ αὐτῶν ὧν νυνδὴ διειλέγμεθα ἡμεῖς κατὰ θεόν τινα γεγονός. σχεδὸν γὰρ ἐξ ὅσου περὶ τῶν νόμων ἤργμεθα λέγειν, ἐξ ἑωθινοῦ μεσημβρία τε γέγονε καὶ ἐν ταύτῃ παγκάλῃ ἀναπαύλῃ τινὶ γεγόναμεν, οὐδὲν ἀλλʼ ἢ περὶ νόμων διαλεγόμενοι, νόμους δὲ ἄρτι μοι δοκοῦμεν λέγειν ἄρχεσθαι, τὰ δʼ ἔμπροσθεν ἦν πάντα ἡμῖν προοίμια νόμων. τί δὲ ταῦτʼ εἴρηκα; τόδε εἰπεῖν βουληθείς, ὅτι λόγων πάντων καὶ ὅσων φωνὴ κεκοινώνηκεν προοίμιά τέ ἐστιν καὶ σχεδὸν οἷόν τινες ἀνακινήσεις, ἔχουσαί τινα ἔντεχνον ἐπιχείρησιν χρήσιμον πρὸς τὸ μέλλον περαίνεσθαι. καὶ δή που κιθαρῳδικῆς ᾠδῆς λεγομένων νόμων καὶ πάσης μούσης προοίμια θαυμαστῶς ἐσπουδασμένα πρόκειται· τῶν δὲ ὄντως νόμων ὄντων, οὓς δὴ πολιτικοὺς εἶναί φαμεν, οὐδεὶς πώποτε οὔτʼ εἶπέ τι προοίμιον οὔτε συνθέτης γενόμενος ἐξήνεγκεν εἰς τὸ φῶς, ὡς οὐκ ὄντος φύσει. ἡμῖν δὲ ἡ νῦν διατριβὴ γεγονυῖα, ὡς ἐμοὶ δοκεῖ, σημαίνει ὡς ὄντος, οἵ τέ γε δὴ διπλοῖ ἔδοξαν νυνδή μοι λεχθέντες νόμοι οὐκ εἶναι ἁπλῶς οὕτω πως διπλοῖ, ἀλλὰ δύο μέν τινε, νόμος τε καὶ προοίμιον τοῦ νόμου·