Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

μετὰ δὲ ταῦτα καὶ αὐτὸς εἰσεπορεύθη μετὰ πάσης τῆς δυνάμεως. ἅμα δὲ τούτοις καὶ τοιόνδʼ ἔπραξεν.

τοῦ στρατεύματός τινι μέρει ἐνέδρας ἐποιήσατο, προνοήσας ὅτι παρέσοιτο βοήθεια ἐπὶ τὸ χωρίον. ὅπερ συνέβη· εὐθὺς γὰρ αἰσθόμενος Ἀθηνόδωρος Ἴμβριος, ὢν οὐ πόρρω μετὰ στρατεύματος, ἐπειρᾶτο βοηθεῖν ἐπὶ τὸ χωρίον.

ἔτυχε δὲ καὶ αὐτὸς ἀγχίνως πάλιν ἀνθυποπτεύσας, καὶ οὐ τὰς ἐνεδρευομένας ὁδοὺς ἐπορεύθη πρὸς τὸ Ἴλιον, ἀλλὰ ἄλλας πορευθεὶς

ἔλαθέν τε ἐν τῇ νυκτὶ καὶ ἦλθεν πρὸς τὰς πύλας.

καὶ ἔλαθόν τινες συνεισελθόντες εἰς τὴν πόλιν ἐν τῷ θορύβῳ, ὡς τοῦ Χαριδήμου ὄντες στρατεύματος.

ἔπειτα πρὸ τοῦ πλείονας εἰσελθεῖν ἐγνώσθησαν τῷ συνθήματι, καὶ οἱ μὲν ἐξέπεσον αὐτῶν, οἱ δὲ καὶ περὶ τὰς πύλας διεφθάρησαν· τοῖς μὲν γὰρ ἦν τὸ σύνθημα Τυνδαρίδαι, τοῦ δὲ Διόσκουροι.

καὶ παρὰ τοῦτο ἐγένετο τὴν πόλιν μὴ ἀντικαταληφθῆναι παραχρῆμα ὑπὸ τοῦ Ἀθηνοδώρου ἐν τῇ αὐτῇ νυκτί. παραγγέλλειν οὖν χρὴ τὰ συνθήματα εὐμνημόνευτά τε καὶ ὡς μάλιστα ἀδελφὰ ταῖς μελλούσαις πράξεσι γίγνεσθαι, οἷον τάδε.

ἐπὶ μὲν ἄγραν πορευομένοις Ἄρτεμιν Ἀγροτέραν, ἐπὶ δὲ κλοπήν τινα πράξεων Ἑρμῆν Δόλιον, ἐπὶ δὲ βιασμὸν Ἡρακλέα, τοῖς δὲ φανεροῖς ἐγχειρήμασιν Ἥλιον καὶ Σελήνην, καὶ ὡς μάλιστα ὁμότροπα τούτοις καὶ κοινότατα πᾶσιν.

Ἰφικράτης δὲ οὐδὲ τὸ αὐτὸ σύνθημα ἐκέλευεν τὸν περίοδόν τε καὶ φύλακα ἔχειν, ἀλλὰ ἕτερον ἑτέρῳ δεδόσθαι, ἵνα ὁ μὲν τὸ πρῶτον ἐρωτηθεὶς ἀποκρίνηται Ζεὺς Σωτήρ, ἐὰν τοῦτο ἔχων τύχῃ, ὁ δʼ ἀντερωτηθεὶς Ποσειδῶν. οὕτω γὰρ ἂν ἥκιστα σφάλλοιντο ὑπὸ τῶν πολεμίων

καὶ ἐξαυτομολοῖτο τὸ σύνθημα.

πλάνης δὲ γενομένης τοῖς φύλαξιν ἀπʼ ἀλλήλων συριγμῷ χρῆσθαι πρὸς αὑτούς, τοῦτον δὲ προσυγκεῖσθαι· πλὴν γὰρ τῷ εἰδότι ἄγνωστος τοῖς ἄλλοις ἔσται, ἐάν τε Ἕλληνες ἐάν τε βάρβαροι ὦσιν.

προενθυμεῖν δὲ τῶν κυνῶν, μὴ διὰ τὸν συριγμὸν ἀσύμφορον ἐξ αὐτῶν ᾖ. ἐχρήσαντο δὲ αὐτῷ καὶ ἐν Θήβαις ὅτε τὴν Καδμείαν καταλαβόντες ἐσκεδάσθησαν νυκτὸς καὶ ἠγνόησαν ἀλλήλους, πρὸς συριγμὸν δὲ συνελέγοντο.

τὰ δὲ συνθήματα ἐρωτᾶσθαι κοινῶς τοῖς τε περιοδεύουσι καὶ προφύλαξιν· οὐδὲν γὰρ προσήκει τὸν ἕτερον ἐρωτᾶν. ὡς γὰρ περίοδος καὶ πολέμιος ἂν ἐρωτῴη.

Ἔνιοι δὲ παρασυνθήμασι χρῶνται τῶν τε πανείων ἕνεκεν καὶ πρὸς τὸ γνωρίζειν μᾶλλον τοὺς φίλους.