Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

τῶν ἀρχόντων οἱ μὲν ὁμολογίας ἐποιοῦντο τοῖς Θηβαίοις ἐν τῇ ἀγορᾷ, οἱ δὲ παρήγγελλον κρύφα τοῖς ἄλλοις πολίταις σποράδην μὲν ἐκ τῶν οἰκιῶν μὴ ἐξιέναι, καθʼ ἕνα δὲ καὶ δύο τοὺς κοινοὺς τοίχους διορύττοντας λαθραίως παρʼ ἀλλήλους ἀθροίζεσθαι.

ἑτοιμασθέντος δὲ πλήθους ἀξιομάχου τὰς μὲν διόδους καὶ τὰς ῥύμας ἐτύφλωσαν ἁμάξαις ἄνευ ὑποζυγίων, ἀπὸ δὲ

σημείου ἀθροισθέντες ἐφέροντο ἐπὶ τοὺς Θηβαίους.

ἅμα δὲ τούτοις τὰ γύναια καὶ οἱ οἰκέται ἦσαν ἐπὶ τοῖς κεράμοις, ὥστε βουλομένων τῶν Θηβαίων πράσσειν καὶ ἀμύνεσθαι ἐν σκότει, οὐκ ἐλάττω ὑπὸ τῶν ἁμαξῶν βλάβην ἢ ὑπὸ τῶν προσκειμένων αὐτοῖς ἀνθρώπων γενέσθαι. οἱ μὲν γὰρ ἔφευγον ἄπειροι ὄντες ᾗ χρὴ σωθῆναι διὰ τὰς φράξεις τῶν ἁμαξῶν, οἱ δὲ ἐμπείρως διώκοντες ταχὺ πολλοὺς ἔφθειραν.

Ἐξοιστέον δὲ καὶ τὰ ὑπεναντία τούτοις, ὡς μιᾶς μὲν οὔσης εὐρυχωρίας κίνδυνον εἶναι τοῖς ἐν τῇ πόλει, ἂν προκαταλαμβάνωσιν οἱ ἐπιβουλεύοντες· κοινοῦ γὰρ καὶ ἑνὸς ὄντος τόπου τοιούτου τῶν φθασάντων ἂν εἴη τὸ ἔργον. δύο δὲ ἢ τριῶν ὄντων τοιῶνδε τόπων, τάδε ἂν εἴη τὰ ἀγαθά·