Poliorcetica
Aeneas Tacticus
Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
χρόνου δὲ προϊόντος ἀνασπάσας τὴν βάλανον, τὴν ἀρχὴν τοῦ σπάρτου πρὸς αὑτὸν ἔδησεν τοῦδε ἕνεκεν, ὅπως, εἰ καθυπνώσας τύχοι, ἐγερθείη σπώμενος ὑπὸ τοῦ λίνου.
ὁ δὲ Τήμενος παρῆν διεσκευασμένος μεθʼ ὧν ἔμελλεν εἰσπορεύεσθαι εἰς χωρίον ῥητὸν πρὸς τὸν τὴν ἀγαθίδα ἔχοντα. ἦν δὲ προσυγκείμενον
τῷ Τημένῳ πρὸς τὸν πυλωρὸν ἐλθόντι εἰς τὸν χῶρον σπᾶν τὸ σπάρτον.καὶ εἰ μὲν ἦν ἕτοιμα τῷ πυλωρῷ ἅπερ ἤθελε, προσεπιδῆσαι πρὸς τὴν ἀρχὴν τοῦ λίνου μαλλὸν ἐρίου καὶ ἀφεῖναι, ὅπερ ἰδὼν ὁ Τήμενος ἔμελλεν σπεύδειν πρὸς τὰς πύλας· εἰ δʼ ἀπετύγχανεν ὁ πυλωρὸς τοῦ θελήματος --- οὐδὲν προσάψας ἀφῆκεν τὸ λίνον, ὥστε τὸν Τήμενον ἐκ πολλοῦ φθάσαι τε καὶ λαθεῖν ἀπαλλαγέντα. ᾐσθάνοντο οὖν ἐν τῇ νυκτὶ τὸ σπάρτον ὑπάρχον --- ἐν τῇ πόλει, οὐχ οἷόν τε ἦν προϊέναι.
Τρόπον δὲ κατὰ τόνδε προεδόθη πόλις ὑπὸ πυλωροῦ. σύνηθες ἐποιήσατο, ἐπεὶ μέλλοιεν αἱ πύλαι κλείεσθαι, ὑδρίον ἔχων ἐξιέναι ὡς ἐφʼ ὕδωρ. ἀφικνούμενος δὲ ἐπὶ τὴν κρήνην λίθους ἐτίθει εἰς τόπον γνωστὸν τοῖς πολεμίοις, ἐφʼ οὗ φοιτῶντες εὕρισκον διὰ τῶν τιθεμένων λίθων ἅπερ θέλοι δηλοῦν ὁ τῆς πόλεως φύλαξ.
εἰ μὲν γὰρ πρώτην φυλάσσοι, ἕνα λίθον ἐτίθει πρὸς τὸν συγκείμενον τόπον, εἰ δὲ δευτέραν, δύο, εἰ δὲ τρίτην, τρεῖς, εἰ δὲ τετάρτην, τέτταρας. ἔτι δὲ καὶ ᾗ τοῦ τείχους καὶ κατὰ τί τῶν φυλακῶν λελόγχοι, τούτῳ δοὖν τῷ τρόπῳ σημαίνων ἐνέδωκεν. ταῦτα δεῖ οὖν συμβαλλόμενον πάντα φυλάττεσθαι
καὶ τὰς πύλας αὐτὸν τὸν ἄρχοντα κλείειν καὶ μὴ ἄλλῳ διδόναι τὴν βάλανον.