Poliorcetica
Aeneas Tacticus
Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
οἷς οὖν εὐπορία ζευγῶν, καλὸν τὸ πλεονέκτημα, ταχύ τε καὶ νεοκμῆτας τοὺς στρατιώτας εἰς τὸ δέον ἐλθεῖν· εἴησαν δὲ ἂν αἱ ἅμαξαι εὐθὺς καὶ ἔρυμα ταῖς στρατοπεδείαις· οἱ τραυματίαι καὶ εἴ τι ἄλλο γένοιτο σύμπτωμα τοῖς στρατιώταις, ἐπὶ τούτοις ἀπάγοιντʼ ἂν εἰς τὴν πόλιν.
Καὶ ἐὰν μὲν ᾖ ἡ χώρα μὴ εὐείσβολος, ἀλλʼ ὀλίγαι ὦσιν αἱ εἰσβολαὶ καὶ στεναί, προκατασκευάσαντας
αὐτάς, ὡς προγέγραπται οὕτω μερισθέντας, ἐπὶ ταῖς εἰσβολαῖς ἐναντιοῦσθαι τοῖς ἐπιχειροῦσι καὶ βουλομένοις πρὸς τὴν πόλιν προσιέναι, προδιαταξαμένους καὶ τοὺς φρυκτοῖς γνωρίζοντας τὰ ἀλλήλων πάθη, ὅπως τὰ μέρη βοηθῇ, ἄν τι δέωνται ἀλλήλων.ἂν δὲ μὴ δυσείσβολος ᾖ ἡ χώρα, ᾖ δὲ πολλαχῇ πολλοὺς εἰσβάλλειν, χρησίμους καταλαβεῖν τῆς χώρας τόπους, ὥστε τοῖς πολεμίοις χαλεπὴν εἶναι τὴν πάροδον ἐπὶ τὴν πόλιν.
ἂν δὲ μηδὲ ταῦτα ὑπάρχῃ, τῶν λοιπῶν καταλαβεῖν ἐγγὺς τῆς πόλεως χωρία σύμμαχα πρὸς τὸ μάχεσθαί τε πλεονεκτικῶς καὶ εὐαπαλλάκτως ἔχειν τοῦ χωρίου ὅταν βούλῃ ἀπιέναι πρὸς τὴν πόλιν· κἂν οὕτως ἐμβαλόντες οἱ πολέμιοι εἰς τὴν χώραν πρὸς τὴν πόλιν πορεύωνται, κατάρχειν ὑμᾶς τῆς μάχης ἐκ τῶν χωρίων τούτων ὁρμωμένους.
τὰς δʼ ἐπιθέσεις αὐτοῖς ποιεῖσθαι ἀεὶ πλεονεκτοῦντα ἐκ τῆς χώρας τῇ συνηθείᾳ· πολὺ γὰρ προέξεις προειδὼς τὰ χωρία καὶ προάγων εἰς τόπους οἵους ἂν σὺ βούλῃ, σοὶ μὲν γνωστοὺς καὶ ἐπιτηδείους καὶ φυλάξασθαι καὶ διῶξαι καὶ φυγεῖν καὶ ἀπιέναι εἰς τὴν πόλιν λαθραίως καὶ φανερῶς— ἔτι δὲ καὶ τὰ ἐπιτήδεια προειδότα ὅπου ἂν τῆς χώρας ὑπάρχῃ ὑμῖν— τοῖς δὲ πολεμίοις ἀσυνήθεις καὶ ἀγνῶτας καὶ λελειμμένους πάντων τούτων.