Poliorcetica
Aeneas Tacticus
Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
πρὸ δὲ αὐτῶν δεῖ πρώτους τοὺς ὑπάρχοντας ἱππέας καὶ κούφους ἐξιέναι, μηδὲ τούτους ἀτάκτους, προεξερευνῶντάς τε καὶ προκαταλαμβάνοντας τὰ ὑψηλὰ τῶν χωρίων, ἵνʼ ὡς ἐκ πλείστου προειδῶσιν οἱ ὁπλῖται τὰ τῶν πολεμίων καὶ μηδὲν ἐξαίφνης αὐτοῖς προσπέσῃ.
περί τε τὰς καμπὰς τῶν χωρίων καὶ τὰς βάσεις τῶν ἀκρολοφιῶν καὶ τὰς ἐκτροπὰς τῶν ὁδῶν, ὅπου ἂν τρίοδοι ὦσιν, εἶναι σημεῖα, ἵνα μὴ περὶ ταῦτα σχίζωνται ἀπʼ ἀλλήλων οἱ ὑπολελειμμένοι δι’ ἄγνοιαν τῆς ὁδοῦ.
ἀπιόντα
τε εἰς τὴν πόλιν πεφυλαγμένως ἀναχωρεῖν πολλῶν ἕνεκεν καὶ μάλιστα ἐνέδρας φοβούμενον πολεμίων· ἤδη γὰρ περὶ βοήθειαν ἀφύλακτον τοιόνδε συνέβη.Τριβαλλῶν ἐμβαλλόντων εἰς τὴν Ἀβδηριτῶν χώραν, ἐπεξελθόντες Ἀβδηρῖται καὶ παράταξιν ποιησάμενοι κάλλιστον ἔργον εἰργάσαντο· συμβαλόντες γὰρ κατέβαλον πολλοὺς καὶ ἐνίκων πλῆθος πολὺ καὶ μάχιμον.
οἱ δὲ Τριβαλλοί, ἀγανακτήσαντες τῷ συμβάντι, ἀπαλλαγέντες καὶ ἀναλαβόντες αὑτούς, πάλιν ἀφικόμενοι εἰς τὴν χώραν καὶ ἐνέδρας προκαθίσαντες ἔκειρον τὴν χώραν τὴν Ἀβδηριτῶν οὐ πόρρω τῆς πόλεως, οἱ δὲ Ἀβδηρῖται ὑπερφρονήσαντες αὐτῶν διὰ τὸ προειργασμένον ἔργον ἐπεβοήθουν πανσυδίῃ πάσῃ ῥώμῃ καὶ προθυμίᾳ· οἱ δὲ ὑπῆγον αὐτοὺς εἰς τὰς ἐνέδρας.