Poliorcetica
Aeneas Tacticus
Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
εἴ τις βούλεται ἀπιέναι, μὴ ἀρεσκόμενοι τοῖς παροῦσιν, ἐξεῖναι ἀπαλλάττεσθαι· ἀλλʼ ὕστερον --- πεπωλήσεται· τὰ δʼ ἐλάσσω τούτων ἀδικήματα, κατὰ τὸν νόμον τὸν προκείμενον δεσμὸς ἡ ζημία. ἐὰν δέ τις φαίνηται βλάπτων τι τὸ στράτευμα, διαλύων τὸ στρατόπεδον,
θάνατος ἔστω ἡ ζημία. μετὰ δὲ ταῦτα τῶν ἄλλων τάξεων ἐπιμέλειαν ποιητέον. καὶ πρῶτον ἐπισκεπτέον εἰ ὁμονοοῦσιν οἱ πολῖται, ὡς ἂν ὄντος μεγίστου τούτου ἀγαθοῦ ἐν πολιορκίᾳ· εἰ δὲ μή, τῶν τὰ ἐναντία φρονούντων τοῖς παροῦσι
πράγμασι --- καὶ μάλιστʼ ἂν ἡγεμόνας τε καὶ αἰτίους γενομένους ἐν τῇ πόλει πράξεώς τινος μεθιστάναι αὐτοὺς ἀνυπόπτως μετὰ προφάσεως εὐλόγου ἐκπέμποντα ἄλλῃ ὡς πρέσβεις τε καὶ ἐπʼ ἄλλας δημοσίας ἐργασίας.οἷον καὶ Διονύσιος ἔπραξεν Λεπτίνην τὸν ἀδελφὸν αὐτοῦ, ἔχοντα Συρακοσίων τῷ πλήθει οἰκείως καὶ ὁρῶν κατὰ πολλὰ ἰσχυρὸν αὐτὸν ὄντα· γενόμενος αὐτῷ ἐν ὑποψίᾳ τινί, καὶ θέλων αὐτὸν μεταστήσασθαι, φανερῶς μὲν οὐκ ἐπεχείρει ἐκβάλλειν αὐτόν, γνοὺς ὅτι περὶ αὐτὸν πολλὴ μετʼ εὐνοίας ἰσχὺς ἔσοιτο καὶ νεώτερον ἄν τι γένοιτο· τεχνάζει δὲ τοιόνδε.
πέμπει αὐτὸν μετὰ ξένων ὀλίγων εἰς πόλιν ὄνομα Ἱμέραν, κελεύων φρουρὰν τὴν μὲν ἐξαγαγεῖν τὴν δὲ καταστῆσαι. γενομένου δὲ αὐτοῦ ἐν τῇ Ἱμέρᾳ, πέμψας ἐκέλευσεν αὐτὸν περιμένειν, μέχρις ἂν αὐτὸς μεταπέμψηται.
Πόλεως δʼ ὁμηρευομένης, ὅταν ἐπʼ αὐτὴν στρατεία γίγνηται, τοὺς γονεῖς τῶν ὁμηρευόντων καὶ τοὺς ἐγγὺς τὰ γένη μεθίστασθαι ἐκ τῆς πόλεως, ἄχρις ἂν ἡ πολιορκία παρέλθῃ, ἵνα μὴ ἐφορῶσιν ἐν ταῖς προσαγωγαῖς τῶν πολεμίων τοὺς αὑτῶν παῖδας συμπροσαγομένους καὶ τὰ ἔσχατα πάσχοντας· ἐγχωρεῖ γὰρ αὐτοὺς ἔνδον ὄντας καὶ
ὑπεναντίον τι πρᾶξαι.ἐὰν δὲ ἄρα δυσχερὲς ᾖ μετὰ τῶνδε τῶν προφάσεων ἐκπέμπειν, συνδιάγειν αὐτοὺς ὡς ἐλαχίστων μετέχοντας ἔργων καὶ πράξεων καὶ μήτε ὅπου ἔσονται μήτε ὅ τι πράξουσιν προειδέναι, καὶ ὡς ἥκιστα ἐπὶ σφῶν αὐτῶν διατηροῦντας καὶ νύκτα καὶ ἡμέραν· καὶ ἄλλας ἐπʼ ἄλλαις πράξεις καὶ λειτουργίας αὐτοῖς τὸ πλῆθος ἐπιρρεῖν ἀνυπόπτως, μεθʼ ὧν ὄντες ἐν φυλακῇ μᾶλλον ἔσονται ἢ φυλάξουσί τι.
ἔστωσαν δὲ διειλημμένοι ὡς εἰς παρατήρησιν· οὕτως γὰρ ἂν διακείμενοι ἥκιστα ἂν δύναιντο νεωτερίσαι.
Ἔτι τοίνυν μηδὲ εἰς τὰς κοίτας λαμπτῆρας φέρεσθαι μηδὲ ἄλλο νυκτερινὸν φέγγος· ἤδη γάρ τινες, ἐπεὶ πάντῃ ἐξείργονται μηδὲν νεωτερίσαι, θέλοντες, μηδὲ πρὸς τοὺς πολεμίους τι πρᾶξαι,
τοιόνδε τεχνάζουσι. σὺν γὰρ τοῖς καλάθοις καὶ στρώμασι φερόμενοι εἰς τὰς φυλακὰς λύχνα οἱ δὲ δᾷδας οἱ δὲ λαμπτῆρας, ἵνα δὴ πρός τι κοιτασθῶσιν, διὰ τούτων τῶν φεγγέων σύσσημον ἐποιήσαντο· διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν.
Ἔτι δὲ καὶ τῶν πολιτῶν δεῖ τοῖς ἀντιπροθυμουμένοις προσέχειν τὸν νοῦν καὶ μηδὲν εὐθέως ἀποδέχεσθαι διὰ τάδε.
ῥηθήσονται δὲ ἑξῆς αἱ
ἐπιβουλαὶ ἐκ τῆς βίβλου παραδείγματος ἕνεκεν, ὅσαι κατὰ πόλιν ἐξ ἀρχόντων ἢ ἰδιωτῶν γεγόνασιν καὶ ὡς ἔνιαι αὐτῶν κωλυθεῖσαι διελύθησαν.Χίου γὰρ μελλούσης προδίδοσθαι, τῶν ἀρχόντων τις, συμπροδιδοὺς καὶ ἀπατῶν τοὺς συνάρχοντας ἔπεισε λέγων, ὡς, ἐπειδὴ εἰρήνη εἴη, τοῦ τε λιμένος τὸ κλεῖθρον εἰς γῆν ἀνασπάσαντας ξηρᾶναι δεῖ καὶ πισσαλοιφῆσαι καὶ τὰ παλαιὰ τῶν νεῶν ἄρμενα ἀποδόσθαι, τῶν τε νεωρίων ἐπεσκευάσθαι τὰ στάζοντα καὶ τὴν ἐχομένην αὐτῶν στοὰν καὶ τὸν πύργον, ἐν ᾧ διῃτῶντο οἱ ἄρχοντες, ἐχόμενον τῆς στοᾶς, ἵνα ἐκ προφάσεως κλίμακες προπορισθῶσιν τοῖς μέλλουσι καταλαμβάνειν τὰ νεώρια καὶ τὴν στοὰν καὶ τὸν πύργον.
ἔτι δὲ συνεβούλευε καὶ τὸ πλῆθος τῶν τὴν πόλιν φυλασσόντων ἀπόμισθον ποιῆσαι, ἵνʼ ὡς ἐλάχιστον δῆθεν ἀνάλωμα τῇ πόλει ᾖ.
καὶ ἄλλα τούτοις ὁμότροπα λέγων ἔπεισε τοὺς συνάρχοντας ἅπερ ἔμελλεν τοῖς προδιδοῦσι καὶ ἐπιτιθεμένοις συνοίσειν πρὸς τὴν κατάληψιν· ὥστε ἀεὶ δεῖ προσέχειν τοῖς τὰ τοιαῦτα τελειοῦν σπουδάζουσιν.