In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ ξυνεχέες ξὺν πυρετῷ ἢν μέν τι τῶν θανατωδέων σημείων προσγίγνοιτο, ὀλέθριον 
259
κάρτα· εἰ δὲ ἄτερ τῶν τοιούτων σημείων ἡ ὀδύνη ὑπερβάλλοι εἴκοσιν ἡμέρας, ὅ τε πυρετὸς ἔχοι, ὑποσκέπτεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν ἢ ἄλλην τινὰ ἀπόστασιν ἐς τὰ κάτω χωρία. ἔστ’ ἂν δὲ καὶ ἡ ὀδύνη ᾖ νεαρὰ, προσδέχεσθαι χρὴ ὡσαύτως αἵματος ῥῆξιν διὰ ῥινῶν ἢ ἐκπύησιν, ἄλλως τε κἂν ὀδύνη περὶ τοὺς κροτάφους τε καὶ τὸ μέτωπον ᾖ.

Ἀτακτότερον ἡρμήνευται χρησιμώτατον εἰς πρόγνωσιν ὂν πρᾶγμα. κατὰ τάξιν δ’ ἂν οὕτως ῥηθείη. κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ συνεχεῖς σὺν πυρετῷ εἰ μέν τι τῶν θανατωδῶν σημείων προσγένηται, τελέως ὀλέθριον· εἰ δ’ ἐξ ὧν ἔμαθες ἐλπίζοις τι περὶ τοῦ νοσοῦντος ὡς σωθησομένου, κατ’ ἀρχὰς μὲν ἄχρι τῆς ἑβδόμης ἡμέρας αἱμοῤῥαγίαν διὰ ῥινῶν προσδέχου, προελθόντος δὲ τοῦ χρόνου καὶ τοῦτο μὲν ἔτι. πῦον δ’ ἂν ἔλθῃ διὰ ῥινῶν ἢ δι’ ὤτων ἐπὶ σωτηρίᾳ τοῦ κάμνοντος. εἰ δὲ ἄχρι τῶν εἴκοσι ἡμερῶν ἐκταθείη

260
τὸ σύμπτωμα τῆς κεφαλαλγίας, ἔτι καὶ τότε τὴν αἱμοῤῥαγίαν σπανιωτέραν ἔλπιζε, μᾶλλον δὲ ἐκπύησιν ἢ ἀπόστασιν εἰς τὰ κάτω χωρία προσδέχου. κατ’ ἐκεῖνον δὲ τὸν χρόνον, καθ’ ὃν ἂν τὴν αἱμοῤῥαγίαν ἐλπίσῃς, αὐξήσει σου τὴν ἐλπίδα κατὰ τοὺς κροτάφους τε καὶ τὸ μέτωπον ὀδύνη σφοδρὰ παραμένουσα.

Μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ αἵματος μὲν τὴν ῥῆξιν τοῖσι νεωτέροισι πεντεκαιτριήκοντα ἐτέων, τοῖσι δὲ γεραιτέροισι τὴν ἐκπύησιν.

Ἀπὸ τῆς ἡλικίας ὁ διορισμὸς εἰς τὸ μᾶλλον ἐλπίζειν διὰ ῥινῶν αἱμοῤῥαγίαν. ἡ δ’ αἰτία πρόδηλος εἰρημένη πολλάκις, ὡς ἡ μέχρι πέντε καὶ τριάκοντα ἐτῶν ἡλικία πλεῖστον αἷμα γεννᾷ. πρόσεστι δὲ καὶ τοῦτο καὶ τὸ θερμότερόν τε καὶ χολωδέστερον εἶναι ἐν ταύτῃ τῇ ἡλικίᾳ τὸ αἷμα. λέλεκται δὲ καὶ πρόσθεν εἰς τὰς ὑπὸ τῆς φύσεως γενομένας

261
αἱμοῤῥαγίας τὸ τοιοῦτον ἐπιτήδειον ὑπάρχειν· ἐπὶ δὲ τῶν γεραιτέρων τῶν περαιτέρω τῶν τριάκοντα καὶ πέντε ἐτῶν μᾶλλον προσδοκῆσαι τὴν ἐκπύησιν.

Ὠτὸς δὲ ὀξείη ὀδύνη ξὺν πυρετῷ ξυνεχεῖ τε καὶ ἰσχυρῷ δεινόν. κίνδυνος γὰρ παραφρονῆσαι τὸν ἄνθρωπον καὶ ἀπολέσθαι. ὡς οὖν τουτέου τοῦ τρόπου σφαλεροῦ ἐόντος ταχέως δεῖ προσέχειν τὸν νόον καὶ τοῖσιν ἄλλοισι σημείοισι πᾶσιν ἀπὸ τῆς πρώτης ἡμέρης.

Οὐδέποτε γίνεται ὀδύνη σφοδρὰ ἐπὶ τῶν φαινομένων τούτων ὤτων, οὔτ’ εἰ καὶ γένοιτο κίνδυνος ἀκολουθήσει, μήτ’ αὐτοῦ τι τοῦ μορίου κύριον ἔχοντος μήτε κυρίῳ τινὶ συνεχοῦς ὄντος. ἀλλ’ εἰώθασιν ὠταλγίας ὀνομάζειν, ὅταν ἐν τῷ βάθει κατὰ τὸν ἀκουστικὸν πόρον ἡ τῆς ὀδύνης αἴσθησις γένηται. τηνικαῦτα γὰρ αὐτὸ πάσχει τὸ ἀκουστικὸν ὀνομαζόμενον νεῦρον, οὐ διὰ μακροῦ συνάπτον

262
τῷ ἐγκεφάλῳ. εἰκότως οὖν ἀπόλλυνται πολλοὶ κατὰ τὰς σφοδρὰς ὠταλγίας εἰς συμπάθειαν ἐρχομένου τοῦ ἐγκεφάλου, διὸ καὶ παραφρονοῦσι τῶν καμνόντων ἔνιοι καὶ μέντοι καὶ ἀποθνήσκουσιν αὐτῶν τινες ἐξαίφνης ὃν τρόπον οἱ ἀπόπληκτοι, ὅταν ἐπὶ τὸν ἐγκέφαλον ἀφίκηται ἀθρόως τὸ τὴν ὠταλγίαν ἐργαζόμενον ῥεῦμα.

Ἀπόλλυνται δὲ οἱ μὲν νεώτεροι τῶν ἀνθρώπων ἑβδομαῖοι καὶ ἔτι θᾶσσον ὑπὸ τοῦ νουσήματος τουτέου, οἱ δὲ γεραίτεροι πολλῷ βραδύτερον. οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον αὐτέοισιν ἐπιγίγνονται καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυΐσκεσθαι. ἀλλὰ ταύτῃσι μὲν τῇσιν ἡλικίῃσιν ὑποστροφαὶ τοῦ νοσήματος ἐπιγινόμεναι ἀποκτείνουσι τοὺς πλείστους. οἱ δὲ νεώτεροι πρὶν ἐκπυῆσαι τὸ οὖς ἀπόλλυνται. ἐπήν γε ῥυῇ τὸ πῦον λευκὸν ἐκ τοῦ ὠτὸς, ἐλπὶς περιγενέσθαι τῷ νέῳ, ἤν τι καὶ ἄλλο χρηστὸν αὐτέῳ ἐπιγένηται σημεῖον.
263

Τοῖς νέοις τῶν ἀνθρώπων οἴ τε πυρετοὶ καὶ αἱ παραφροσύναι μᾶλλον γίνονται διὰ τὸ χολῶδες καὶ θερμὸν τῆς κράσεως. εἰκότως οὖν ἀπόλλυνται θᾶσσον ἢ ἐκπυΐσκονται τὰ ὦτα. τοῖς δὲ πρεσβύταις ὅσον μὲν ἐπὶ τούτοις ἧττον ὑπάρχει κινδυνεύειν. καὶ ὑποστροφαὶ δὲ αὐτοῖς γίνονται τῶν παθημάτων, ὅτι μὴ τελέως ἐκπέττεται διὰ τὴν ψυχρότητα τῆς κράσεως ὁ τὴν ὀδύνην ἐργαζόμενος χυμός. τὰ δ’ ἄλλα τῆς ῥήσεως ἱκανῶς ἐστι σαφῆ.

Φάρυγξ δὲ ἑλκουμένη σὺν πυρετῷ δεινὸν, ἀλλ’ ἤν τι καὶ ἄλλο σημεῖον ἐπιγένηται τῶν προκεκριμένων πονηρῶν εἶναι προλέγειν, ὡς ἐν κινδύνῳ ἐόντος τοῦ ἀνθρώπου.

Ἡ ἑλκουμένη φάρυγξ σημεῖόν ἐστι κακοχυμίας διαβρωτικῆς. αἴτιον δὲ δυσκολίας οὐ σμικρᾶς διὰ τὸ μετὰ πόνου καταπίνειν. ἐπιβλέπειν οὖν χρὴ καὶ τὰ ἄλλα σημεῖα πρὸς ἀκριβεστέραν γνῶσιν τοῦ γενησομένου. κοινὸν δὲ ἐπὶ 

264
πάντων ἔστω σοι παράγγελμα, μάλιστα δ’ ἐπὶ τῶν μήτ’ ἀκριβῶς ἀρίστων μήτε χειρίστων. ἐφ’ ὧν καὶ αὐτὸς ὁ Ἱπποκράτης εἴωθεν ἀξιοῦν συνεπισκέπτεσθαι καὶ τἄλλα σημεῖα.

Αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστα ἀναιροῦσιν, ὁκόσαι μήτ’ ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ποιέουσι μήτ’ ἐν τῷ αὐχένι, πλεῖστον δὲ πόνον παρέχουσι καὶ ὀρθόπνοιαν. αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι καὶ δευτεραῖαι καὶ τριταῖαι καὶ τεταρταῖαι.

Ὅτι φάρυγγα τὴν προκειμένην χώραν στομάχου τε καὶ λάρυγγος ὀνομάζει δῆλόν ἐστι κἀξ ὧν νῦν ἔγραψεν, ἐκείνας τὰς κυνάγχας δεινοτάτας εἶναι λέγων, ὅσαι μήτ’ ἐν τῇ φάρυγγι μήτε κατὰ τὸν αὐχένα διάθεσίν τινα παρὰ φύσιν ἐνδείκνυνται, κατὰ χροιάν τε καὶ θερμότητα καὶ ὄγκον. αὐχένα μὲν γὰρ τὸν τράχηλον λέγει, φάρυγγα δὲ τὴν ἐν

265
τῷ διανοῖξαι τὸ στόμα καὶ πιλῆσαι τὴν γλῶσσαν κάτω φαινομένην εὐρυχωρίαν, ἐν ᾗ τὰ δύο στόματά ἐστι, τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος. ὅταν οὖν ἐν μηδετέρῳ τούτων ἐπίδηλον ᾖ τι παρὰ τὸ κατὰ φύσιν, ἡγεῖσθαι χρὴ τῶν ἔνδον τοῦ λάρυγγος σωμάτων εἶναι φλεγμονὴν, ἐφ’ ᾗ πνίγονται. στενῆς δ’ οὔσης φύσει τῆς ὁδοῦ τοῦ πνεύματος ἀναγκαῖόν ἐστι πνίγεσθαι κλειομένης αὐτῆς τελέως διὰ τὴν φλεγμονὴν τῶν περιεχόντων σωμάτων. ἀναγκάζονται τοιγαροῦν ὀρθοῦντες τὸν τράχηλον ἀναπνεῖν ὑπὲρ τοῦ διοῖξαι κἂν ἐπὶ βραχὺ τὸν πόρον. αἱ γὰρ ὑπτίαι κατακλίσεις ἀποκλείουσιν ἐσχάτως αὐτὸν καταπιπτόντων μᾶλλον τῶν πρόσω σωμάτων, ὡς ἐπὶ τοὺς τοῦ τραχήλου σπονδύλους. διά τε οὖν τοῦτο καὶ ὅτι φλεγμαίνουσιν οἱ κατὰ τὸν λάρυγγα μύες εἰκότως ὀδυνῶνται.

Ὁκόσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ καὶ ἐν τῇ φάρυγγι ἐρυθήματα ποιέουσιν,
266
ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ μᾶλλον τῶν πρόσθεν, ἢν τὸ ἐρύθημα μέγα γένηται.

Δευτέρας διαφορᾶς μέμνηται κυνάγχης, ἐν ᾗ συνεπαίρεται μὲν τὰ κατὰ τὸν αὐχένα καὶ ἡ φάρυγξ ἐρυθραίνεται. πονοῦσι δ’ ὁμοίως τοῖς προειρημένοις, οὐ μὴν ὀρθόπνοιά τις αὐτοῖς ἐστιν, ὅπερ ἐστὶν οὐ δυσπνοοῦσι σφοδρῶς, ὅτι μηδὲ φλεγμαίνουσιν ἰσχυρῶς οἱ κατὰ τὸν λάρυγγα μύες. εἰκότως οὖν αὐτὰς ὀλεθρίους εἶναί φησιν, οὐ μὴν ὁμοίως ταῖς πρὸ αὐτῶν ἀναιρεῖν ὀξύταται.

Ὁκόσοισι δὲ ξυνεξαιρεθῇ ἡ φάρυγξ καὶ ὁ αὐχὴν, αὗται χρονιώτεραι καὶ μάλιστα ἐξ αὐτέων περιφεύγουσιν, ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρύθημα ἔχῃ καὶ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας εἴσω.
267

Τρίτην ταύτην διαφορὰν ἑρμηνεύει κυνάγχης, ἣν ἔνιοι διὰ τοῦ σ γράμματος ὀνομάζουσι συνάγχην, οὐ διὰ τοῦ κ κυνάγχην. ἐφ’ ᾗ γὰρ ἰσχυρῶς μὲν πνίγονται, φαίνεται δ’ οὐδὲν οὔτε φλεγμονῶδες οὔτ’ ἐρυσιπελατῶδες ἤτοι κατὰ τὸν τράχηλον ἢ τὴν φάρυγγα, κυνάγχην διὰ τοῦ κ τὴν τοιαύτην διάθεσιν ὀνομάζουσιν. ἀλλ’ ὅπερ ἀεὶ λέγω φαίνεται καὶ ὁ Ἱπποκράτης ποιῶν, οὐ μικρολογούμενος ἐν ὀνόμασιν, ὡς δ’ ἂν ἐπέλθοι καλῶν. ἀμέλει καὶ γέγραπται κατά τινα τῶν παλαιῶν ἀντιγράφων ἡ ἀρχὴ τῆς ῥήσεως διὰ τοῦ σ γράμματος, αἱ δὲ συνάγχαι, ᾧ καὶ δῆλον ὡς οὐδὲν ὠφελεῖ τὸ περὶ τοῦ κ καὶ σ διαφέρεσθαι, καθάπερ οἱ νεώτεροι πράττουσι τῶν ἰατρῶν. ὅπου γὰρ ὁμολογεῖται τὸ πρᾶγμα, σκαιόν ἐστι τὸ περὶ τῶν ὀνομάτων ἐρίζειν. ὡμολόγηται δὲ τὸ πρᾶγμα τοῖς γινώσκουσι τὰ τῆς τέχνης ἔργα. τῶν γὰρ ἰσχυρῶς πνιγομένων ὡς ἀνακαθίζειν ἀναγκάζεσθαι χείριστα διάγουσιν οἱ σφοδρῶς μὲν ὀδυνώμενοι, μηδὲν δὲ ἔχοντες ἐν τῷ τραχήλῳ καὶ τῇ φάρυγγι σύμπτωμα. τούτων

268
δ’ ἐφεξῆς οἱ μὴ δυσπνοοῦντες μὲν, ὀδυνώμενοι δὲ σφόδρα μετὰ τοῦ συνεξῇρθαι μὲν αὐτοῖς τὸν τράχηλον, ἐρυθροτέραν δὲ φαίνεσθαι τὴν φάρυγγα. τρίτοι δ’ ἐπ’ αὐτοῖς εἰσι περὶ ὧν κατὰ τὴν προκειμένην ῥῆσιν ὁ Ἱπποκράτης διῆλθεν, οἱ μήτε ὀδυνώμενοι σφοδρῶς μήτε δυσπνοοῦντες, ἀπαθοῦς μὲν αὐτοῖς διαμένοντος τοῦ λάρυγγος ἤτοι δ’ εἰς τὴν φάρυγγα τοῦ ῥεύματος ἢ εἰς τὸν τράχηλον ἢ εἰς ἄμφω ταῦτα τραπέντος. ἔσται δὲ τοὐπίπαν τὸ ῥεῦμα τοῦτο χολωδέστερον, ὡς ἤτοι ἄντικρυς ἐρυσίπελας ἢ φλεγμονὴν ἐρυσιπελατώδη ποιεῖν, ὅθεν καὶ αὐτὸς ἔφη, εἰ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας εἴσω. φλεγματῶδες δὲ εἴ ποτ’ αὐτοῖς γένοιτο τὸ οἴδημα, τάχιστα θεραπεύεται καὶ τὴν ἀρχὴν οὐδὲ τῶν ὀξέων ἐστὶ τὸ τοιοῦτον πάθημα. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.

Ἢν δὲ μήτε ἐν ἡμέρῃσι κρισίμοισιν ἀφανίζηται τὸ ἐρυσίπελας μήτε φύματος ξυστραφέντος ἐν τῷ ἔξω χωρίῳ 
269
μήτε πῦον ἀποβήσσῃ ῥηιδίως τε καὶ ἀπόνως ἔχειν δοκέει, θάνατον σημαίνει ἢ ὑποστροφὴν τοῦ ἐρυθήματος.

Τὸ μὲν ἄνευ φύματος ἢ πτυσμάτων εὐπετῶς ἀναγομένων ἀφανισθῆναι τὸ ἐρυσίπελας ἢ τὸ ἔρευθος, ἑκατέρως γὰρ γέγραπται, πρόδηλον ὅπως ἔσται μοχθηρόν. τὸ δὲ μήτ’ ἐν ἡμέρῃσι κρισίμοισι ἄξιον ἐπισκέψασθαι πότερον οὕτως ἀκουστέον ἐστὶν ὡς ἂν ἐν κρισίμοις ἡμέραις ἀφανίζηται, μηδενὸς ἐσομένου μοχθηροῦ σημείου αὐτῷ ἢ οὒ, ἐξηγήσαντο γὰρ αὐτὸ οὕτω τινὲς, ἢ συνάψαι χρὴ τοῦτο τοῖς ἐφεξῆς ὡς κἀκεῖνα βουλομένου τοῦ Ἱπποκράτους ἐν ἡμέρᾳ γίνεσθαι κρισίμῳ χάριν τῆς βεβαίας πίστεως, ὅπερ ἀληθέστερόν ἐστιν. ἐὰν γὰρ ἐν κρισίμοις ἡμέραις ἡ μετάστασις εἰς τὸν πνεύμονα γένηται, παλινδρομοῦντος ἔσω τοῦ ἐρυσιπέλατος, οὐ διαφορουμένου κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οὐ μόνον οὐκ ἀγαθόν ἐστι τὸ τοιοῦτον, ἀλλὰ καὶ μέγιστον κακὸν, ἐκ τοῦ τῆς ἡμέρας πιστοῦ τὸ βέβαιον τῆς κακίας προσλαμβανόμενον. εἰ δὲ μετὰ τοῦ φῦμα μὲν ἐκτὸς γενέσθαι,

270
ῥᾳδίως δ’ ἀποβήττειν, ἀπόλλυται τὸ ἐρυσίπελας ἢ τὸ ἐρύθημα, τηνικαῦτα θάνατον οὐκέτι προσδοκᾷν χρὴ τῷ κάμνοντι γενέσθαι.

Ἀσφαλέστερον δὲ τὸ οἴδημα καὶ τὸ ἐρύθημα, ὡς μάλιστα ἔξω τρέπεσθαι. ἢν δὲ ἐς τὸν πνεύμονα τράπηται, παράνοιάν τε ποιέει καὶ ἔμπυοι ἐξ αὐτέων τινὲς γίνονται ὡς τὰ πολλά.

Καὶ ταῦτα καὶ τὰ τούτων ἐφεξῆς δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.

Οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτάμνεσθαι καὶ ἀποσχάζεσθαι καὶ καίεσθαι, ἔστ’ ἂν ἐρυθροί τε ὦσι καὶ μεγάλοι· καὶ γὰρ φλεγμοναὶ ἐπιγίνονται τουτέοισι καὶ αἱμοῤῥαγίαι. ἀλλὰ χρὴ τὰ τοιαῦτα τοῖσιν ἄλλοισι μηχανήμασι κατισχναίνειν πειρᾶσθαι ἐν τουτέῳ τῷ χρόνῳ.
271
ὁκόταν δὲ ἀποκριθῇ ἤδη πᾶν, ὃ δὴ σταφυλὴν καλέουσι, καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δὲ ἀνωτέρω λεπτότερον, ἐν τουτέῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν. ἄμεινον δὲ καὶ ὑποκενώσαντα τὴν κοιλίην τῇ χειρουργίῃ χρέεσθαι, ἢν ὅ τε χρόνος ξυγχωρέῃ καὶ μὴ ἀποπνίγηται ὁ ἄνθρωπος.

Προγνωστικῷ θεωρήματι μέμικται θεραπευτικόν τι σμικρὸν, οὖ χωρὶς οὐχ οἶόν τε ἦν ἀσφαλῶς διδαχθῆναι τὸ προγνωστικόν. τοὺς γάρ τοι γαργαρεῶνας εἰ φλεγμαίνοντας ἀποτέμνοις ἢ ἀποσχάζοις, ἀκολουθήσουσιν αἱ αἱμοῤῥαγίαι τε καὶ φλεγμοναί· ὅταν δ’ ἀποκριθῇ ὃ δὴ σταφυλὴν καλοῦσι καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δ’ ἄνω λεπτότερον, ἐν τούτῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν καὶ μάλιστα τῆς κοιλίας προϋπελθούσης δαψιλῶς εἴτ’ οὖν αὐτομάτως εἴτε κατὰ πρόνοιαν τοῦ ἰατροῦ.

272
Ὁκόσοισι δ’ ἂν οἱ πυρετοὶ παύονται μήτε σημείων γινομένων λυτηρίων μήτε ἐν ἡμέρῃσι κρισίμοισι, ὑποστροφὴν προσδέχεσθαι χρὴ τουτέοισιν.

Ὅταν μηδέτερον ὦν εἶπε γένηται, τότε χρὴ προσδέχεσθαι τὴν ὑποστροφὴν, οὐχ ὅταν τὸ ἕτερον μὲν αὐτῶν γένηται, τὸ δὲ ἕτερον μή. τὰ γὰρ ἀλόγως ῥᾳστωνήσαντα φιλυπόστροφα, κἂν ἐν ἡμέρῃσι κρισίμοις γένηται τοῦτο. δῆλον δ’ ὅτι ταῦτ’ ἀλόγως ῥᾳστωνῆσαι λέγοιτ’ ἂν, ὅσα μήτε μετὰ σημείων λυτηρίων μήτ’ ἐν κρισίμοις ἡμέραις ἔδοξε πεπαῦσθαι.

Ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονήν τινα μήτε διὰ πρόφασιν ἄλλην μηδεμίην ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν, μετ’ οἰδήματός τε καὶ ὀδύνης εἴς τι τῶν ἄρθρων καὶ οὐχ ἧσσον τῶν κάτω.
273

Ἃ διὰ τῶν ἔμπροσθεν εἶπε κατὰ μέρος περὶ πρώτων μὲν τῶν καθ’ ὑποχόνδρια, δευτέρων δὲ τῶν κατὰ θώρακα καὶ πνεύμονα, ταῦτα νῦν ἐπαναλαβὼν ἀπεφήνατο καθόλου. τρίτης γὰρ οὔσης τῆς αἰτίας τοῦ μηκύνειν τοὺς πυρετοὺς ἢ διά τι μόριον πεπονθὸς δυσιάτως ἢ διὰ χυμοὺς ὠμοὺς καὶ παχεῖς καὶ ἀπέπτους ἢ διά τι τῶν ἡμαρτημένων, ἐὰν μήτε μόριον ᾖ πεπονθὸς ἢ ἄλλο τι μηδὲν αἴτιον ἤτοι τοῦ κάμνοντος ἁμαρτάνοντος ἢ τῶν θεραπευόντων αὐτὸν ἢ διά τι τῶν ἔξωθεν, οἶον ὥραν, χώραν, κατάστασιν, οἴκησιν μοχθηρὰν, ὀχλήσεις, φροντίδας, λύπας, λείπεται τοῦτον ἐπὶ χυμοῖς ὠμοῖς καὶ δυσπέπτοις μηκύνειν. τούτους οὖν εἴωθεν ἡ φύσις εἰς τὴν τῶν ἀκυρωτέρων μορίων ἀποτίθεσθαι χώραν, ὅταν μὴ δυνηθῇ δι’ ἐκκρίσεως ἔξω τοῦ σώματος ἀπώσασθαι. λέλεκται γὰρ ἤδη πολλάκις ὡς οἱ θερμότεροί τε καὶ λεπτότεροι τοῦ σώματος χυμοὶ πρὸς τὰς ἐκκρίσεις εἰσὶν ἐπιτηδειότατοι, τοὺς δ’ ὠμοὺς καὶ παχεῖς ἤτοι δι’ ἀποστάσεως ἢ κατὰ σύμπεψιν ἡ φύσις ἰᾶται, καὶ 

274
αὐτὸ δὲ τοῦτο τὸ κατὰ σύμπεψιν ἔκκρισίς τίς ἐστι δι’ οὔρων γινομένη τὰ πολλὰ, σπανίως δέ ποτε καὶ κατὰ γαστέρα.

Μᾶλλον δὲ γίνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριήκοντα ἐτέων.

Εἴρηται πολλάκις ὡς αἱ μὲν ἐκ τῶν θερμοτέρων χυμῶν νόσοι μετὰ τῆς τοῦ κάμνοντος δυνάμεως ἰσχυροτέρας δι’ ἐκκρίσεως κρίνονται. ταύταις δέ εἰσιν ἐναντίαι διαθέσεις, ἐφ’ ὧν ἥ τε δύναμις ἀσθενὴς, οἵ τε χυμοὶ ψυχροὶ, μήτ’ ἐκκρίσει μήτ’ ἀποστάσει κρινόμεναι, ἀλλ’ ἤτοι διαφθείρουσαι τοὺς κάμνοντας ἢ χρόνῳ παμπόλλῳ μόλις πεττόμεναι. μέσαι δ’ ἀμφοῖν εἰσιν αἱ δι’ ἀποστάσεως κρινόμεναι, καθ’ ἃς τῶν εἰρημένων ἀντιθέσεων δυοῖν τὸ μὲν ἕτερον ἐκ τῆς ἑτέρας ἐστὶ, τὸ δὲ ἕτερον ἐκ τῆς λοιπῆς. αἱ μὲν γὰρ ἀντιθέσεις αἱ δύο κατὰ μὲν τὴν τῶν χυμῶν φύσιν ἐστὶν ἡ ἑτέρα, κατὰ δὲ τὴν δύναμιν ἡ ἑτέρα, καθ’ ἑκάτερον

275
δὲ αὐτῶν ἀλλήλοις ἀντίκεινται δύο, κατὰ μὲν τὴν τῶν χυμῶν οἱ θερμοὶ τοῖς ψυχροῖς, κατὰ δὲ τὴν τῆς δυνάμεως ἡ ἀσθενὴς τῇ ἰσχυρᾷ. ἐὰν μὲν οὖν οἱ χυμοὶ θερμοὶ τύχωσιν ὄντες, οὐ χρὴ τὴν δύναμιν ὑπάρχειν ἰσχυρὰν, εἰ μέλλει γενήσεσθαί τις ἀπόστασις. εἰ δὲ ψυχροὶ, δυνάμεως ἰσχυρᾶς αὐτοῖς δεῖ πρὸς τὰς ἀποστάσεις. ἡ διάγνωσις δὲ τῆς δυνάμεως ἡ μὲν οἰκειοτάτη καθ’ ἑκάστην αὐτῶν εἴρηται πρόσθεν ἀπὸ τῶν ἐνεργειῶν, ἡ δὲ ἀπὸ τῆς ἡλικίας κατὰ νεότητά τε καὶ γῆράς ἐστι, περὶ ἧς νῦν ὁ Ἱπποκράτης διορίζεται καί φησι, μᾶλλον δὲ γίνεσθαι καὶ θᾶσσον τὰς τοιαύτας ἀποστάσεις τοῖς νεωτέροις ἐτῶν τριάκοντα, τοῖς δὲ τούτων πρεσβυτέροις, οὐ μὴν ἤδη πω γέρουσιν ἧττόν τε γίνονται καὶ χρόνῳ πλείονι. τοῖς δὲ γέρουσιν ἥκιστα γίνονται, μεμνημένων ἡμῶν τῆς ἀρχῆς ὅλου τοῦ λόγου, καθ’ ὃν ὁ Ἱπποκράτης εἶπεν, ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ, περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονὴν ἢ δι’ ἄλλην τινὰ πρόφασιν ἐμφανέα. τούτων οὖν ἡμᾶς ἀναμιμνήσκων ἔφη τὰς τοιαύτας ἀποστάσεις ἔσεσθαι τοῖς νεωτέροις μᾶλλον.