In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Μελαινόμενοι δὲ παντελῶς οἱ δάκτυλοι καὶ οἱ πόδες ἧσσον ὀλέθριοι τῶν πελιδνῶν εἰσιν, ἀλλὰ καὶ τὰ ἄλλα σημεῖα σκέπτεσθαι χρή. ἢν γὰρ εὐπετέως φέρων φαίνηται τὸ κακὸν ἢ καὶ ἄλλο τι τῶν περιεστηκότων σημείων πρὸς
127
τουτέοισι τοῖσι σημείοισιν ὑποδεικνύει τὸ νούσημα ἐς ἀπόστασιν τρέπεσθαι ἐλπὶς, ὥστε τὸν μὲν ἄνθρωπον περιγενέσθαι, τὰ δὲ μελανθέντα τοῦ σώματος ἀποπεσεῖν.

Οὐχ ἧσσον ὀλέθριοι τῶν πελιδνῶν ἐχρῆν εἰπεῖν, ἀλλ’ ὡς ἐνίοτε μὲν οὐδ’ ὅλως, ἐνίοτε δὲ ἐσχάτως εἰσὶν ὀλέθριοι. καὶ ἴσως ἄν τις ὑπενόησεν ἀγνοεῖν αὐτὸν τοῦτο διὰ τὸ μὴ κυρίως χρῆσθαι τῇ λέξει. προσθεὶς δὲ ἑξῆς τὸν διορισμὸν καὶ διδάξας σαφῶς ἑκάτερον ὧν εἶπον, εὔδηλός ἐστι γινώσκων μὲν τὸ ἀληθὲς, οὐκ ἀκριβῶς δὲ ἑρμηνεύσας. ἐνίοτε γὰρ ἀποσκήμματος λόγῳ μελαίνεταί τι μόριον, ἐνίοτε δὲ καὶ νεκρώσεως. ὅπως δὲ ἄν τις αὐτὸ τοῦτο διαγνοίη, σαφῶς ἐδήλωσεν. ἢν γὰρ εὐπετῶς φέρων φαίνηται τὸ κακὸν, τουτέστιν εὐφόρως ὁ κάμνων ἔχῃ, καί τι ἄλλο σημεῖον αὐτῷ παρῇ τῶν σωτηρίων, ἀποσκήμματά ἐστιν· εἰ δὲ τὰ ἐναντία, νέκρωσις.

128
Ὄρχεις δὲ καὶ αἰδοῖα ἀνεσπασμένα πόνους ἰσχυροὺς σημαίνει καὶ κίνδυνον θανατώδεα.

Φαίνεται τοῖς ὀδυνωμένοις ἀνασπώμενα ταῦτα τὰ μόρια, καθάπερ καὶ τοῖς ἀποθνήσκουσι, καὶ λόγον ἔχει. νεκρουμένης γὰρ ἤδη τῆς ζωτικῆς δυνάμεως καὶ διὰ τοῦτ’ αὐτὸ ἀποτείνεσθαι μέχρι τῶν περάτων τοῦ σώματος ἀδυνατούσης, ὀκλαζούσης δὲ καὶ ἐπὶ τὴν ἑαυτῆς ἀρχὴν συναγομένης, ἀναγκαῖόν ἐστιν ἕπεσθαι καὶ τὰ μόρια τῇ δυνάμει καὶ συνέρχεσθαί τε καὶ συνάπτεσθαι πρὸς τὰ μέσα τοῦ σώματος. ὅτι δὲ καὶ οἱ πόνοι συστολὴν ἐργάζονται τῆς δυνάμεως εἰς ἑαυτὴν ἐμάθομεν ἤδη πολλάκις, ὥστε εἰκότως καὶ δι’ ἐκείνους ἀνασπᾶσθαι τὰ μόρια πρὸς τὴν ἀρχήν.

Περὶ δὲ ὕπνων, ὥσπερ καὶ κατὰ φύσιν ξύνηθες ἡμῖν ἐστι, τὴν μὲν ἡμέρην ἐγρηγορέναι χρὴ, τὴν δὲ νύκτα καθεύδειν.
129
ἢν δέ εἴη τοῦτο μεταβεβλημένον, κάκιον. ἥκιστα δ’ ἂν λυπέοιτο, εἰ κοιμῶτο τὸ πρωῒ ἐς τὸ τρίτον μέρος τῆς ἡμέρης. οἱ δ’ ἀπὸ τουτέου τοῦ χρόνου ὕπνοι πονηρότεροί εἰσιν.

Οὐ μόνον ὀρθῶς ἀπεφήνατο περὶ τῶν κατὰ τοὺς ὕπνους σημείων, ἀλλὰ καὶ τὴν αἰτίαν προσέθηκεν αὐτοῖς, εἰς μὲν τὸ κατὰ φύσιν ἀναφέρων ὅσα χρηστὰ, τὰ δὲ ἐναντία διότι παρὰ φύσιν εἰσὶ, διὰ τοῦτο μεμψάμενος. οὕτω δὲ καὶ κατὰ τὸ ἔθος ἔχει. τὸ μὲν γὰρ σύνηθες ἀγαθὸν, τὸ δὲ ἀσύνηθες μοχθηρόν. ἀλλ’ ἐπὶ τῶν Ἱπποκράτους χρόνων οὐκ ἄλλο μὲν ἦν τὸ κατὰ φύσιν, ἄλλο δὲ τὰ ἔθη, νυνὶ δ’ ἔμπαλιν οἱ πλούσιοι δρῶσιν ἐν ἄλλοις τέ τισι καὶ κατὰ τοὺς ὕπνους, τῆς μὲν ἡμέρας κοιμώμενοι, νύκτωρ δὲ ἐγρηγορότες. ἐπὶ τούτων οὖν ὡς ἂν παρὰ φύσιν εἰθισμένων ζῇν οὐκ ἀληθής ἐστιν ἡ εἰρημένη πρὸς Ἱπποκράτους διδασκαλία. κυριώτερον γὰρ ἔν γε τοῖς νῦν χρόνοις ἐστὶ τὸ ἔθος τῆς

130
φύσεως, οὐκ ἐπὶ τῶν πλουσίων γυναικῶν μόνον, ἀλλὰ καὶ ἀνδρῶν οὐκ ὀλίγων.

Κάκιστον δὲ μὴ κοιμᾶσθαι μήτε τῆς νυκτὸς μήτε τῆς ἡμέρης· ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνων ἀγρυπνίη ἢ παραφροσύνη ἔσται ἀπὸ τουτέου τοῦ σημείου.

Τὸ μήτε ἡμέρας μήτε νυκτὸς κοιμᾶσθαι τοῖς κατατεινομένοις ὑπό τινος ὀδύνης τε καὶ πόνου γίνεται καὶ τοῖς ἀρχομένοις παραφρονεῖν. ἀγρυπνίας γάρ ἐστι καὶ αὕτη ποιητικὴ, διὰ ξηρότητα τῆς κατὰ τὸν ἐγκέφαλον κράσεως.

Διαχώρημα δὲ ἄριστόν ἐστι τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς καὶ τὴν ὥρην, ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρει, πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων. τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν.
131

Ἀπὸ συστάσεως καὶ ποσότητος καὶ χρόνου, καθ’ ὃν ἐκκρίνεται τὰ διαχωρήματα, τὴν διάγνωσιν ἐποιήσατο τῶν ἀρίστων διαχωρημάτων, οὐ μὴν τῶν γε κακίστων ἀπὸ τούτων μόνων, ἀλλὰ προσέθηκεν αὐτοῖς τά τε ἀπὸ τῆς χρόας γνωρίσματα καὶ τὰ ἀπὸ τῆς ὀσμῆς ἔτι τε πρὸς τούτοις τοῦ κατὰ τὴν ἀπόκρισιν συνεζευγμένου ψόφου. σύστασιν μὲν οὖν ἔχει τὴν κατὰ φύσιν, ὅσα μήτε σκληρὰ παντελῶς ἐστιν ὡς λιθώδη μήθ’ ὑγρὰ τελέως ὡς δύνασθαι διαῤῥεῖν, ἀλλὰ μέχρι τοσούτου μαλακὰ μέχρι τοῦ μένειν ἔτι συνεστῶτα· ἔστω δ’ αὐτῶν καὶ τὸ πλῆθος ἀνάλογον τῶν ἐδηδεσμένων καὶ ὁ χρόνος ἐν ᾧ κενοῦνται συνήθης τῷ κάμνοντι. προσκείσθω δὲ ὅτι καὶ ἡ χροιὰ καὶ ἡ ὀσμὴ φυλαττέσθω τῶν κατὰ φύσιν, ἅπερ αὐτὸς ὁ Ἱπποκράτης οὐ προσέγραψεν ὡς ἐξ ὧν εἶπε παρὰ φύσιν ἐπινοῆσαί σοι δυναμένῳ καὶ ταῦτα, σύνηθες γὰρ αὐτῷ τοῦτο πολλάκις ἐδείξαμεν ὂν ἐκ τῶν ἐναντίων ἐνδείκνυσθαι τὰ ἐναντία, παραλείποντι τὰς προσηγορίας αὐτῶν. ὑγιαίνειν δὲ τὴν κάτω κοιλίαν εἶπεν, ὡς πρὸς τὸν θώρακα παραβάλλων, ἵνα ἀκούσωμεν

132
αὐτήν τε τὴν γαστέρα καὶ τὴν νῆστιν ἅμα τῷ μετ’ αὐτὴν ἐντέρῳ παντὶ κάτω κοιλίην. οὐ μὴν εὐθέως παρὰ φύσιν ἔχειν αὐτὴν ἐνδείξεται τἀναντία διαχωρήματα. τοῦτο γὰρ οὔτ’ αὐτὸς εἶπεν οὔτ’ ἄλλως ἀληθές· ἐγχωρεῖ γοῦν ὑγιαίνειν μὲν τὰ κατὰ τὴν κάτω κοιλίαν. ἤτοι δ’ ἐξ ἥπατος ἢ σπληνὸς εἰς αὐτήν τι συῤῥέον ἀλλοιοῦν οὐ μόνον τὸ χρῶμα τὸ κατὰ φύσιν, ἀλλὰ καὶ τὴν σύστασιν καὶ τὴν ὀσμὴν τῶν διαχωρουμένων. ὑπαλλαχθήσεται δ’ ἐνίοτε καὶ τὸ πλῆθος αὐτῶν ἐπιμιξίᾳ τῶν καταῤῥεόντων ὑγρῶν, οὐ φυλαχθήσεται δὲ οὐδ’ ὁ συνήθης χρόνος τῆς ἀποκρίσεως. τὸ μὲν οὖν ὁμοιότατον τῷ κατὰ φύσιν διαχωρήματι γνώρισμά ἐστιν οὐ μόνον τοῦ τὴν κάτω κοιλίαν ὑγιαίνειν, ὅπερ εἶπεν αὐτὸς, ἀλλὰ καὶ τοῦ μηδὲν ἐκ τῶν εἰρημένων σπλάγχνων καταῤῥεῖν εἰς αὐτήν, τὸ δὲ παρὰ φύσιν ἔχον ἔσθ’ ὅτε μὲν αὐτὰ μόνα τὰ κατὰ τὴν κοιλίαν ἐνδείκνυται πεπονθέναι, πολλάκις δὲ καὶ τῶν ἄλλοθεν εἰς αὐτὴν συῤῥεόντων ἔχει γνωρίσματα. καὶ πολυειδῆ γε ταῦτα τῷ τὸ ἧπαρ οὐ μόνον ἑαυτοῦ τινα περιττώματα καὶ ἰχῶρας καὶ χυμοὺς παρὰ
133
φύσιν εἰς τὴν γαστέρα παραπέμπειν, ἀλλὰ καὶ τοῦ σώματος ὅλου. συνάπτεται γὰρ ἡ γαστὴρ δι’ αὐτοῦ πᾶσι τοῖς τοῦ ζώου μορίοις καὶ δέχεται δι’ ἐκείνου τὰ περιττώματα αὐτῶν, ἐνίοτε μὲν ὡς ἀποσκήμματα τὸ σύμπαν ἐκκαθαίροντα σῶμα, ἐνίοτε δὲ μορίου ἑνὸς ἢ δυοῖν ἢ πλειόνων ἅμα, πολλάκις δὲ ὡς συμπτώματα δηλωτικὰ τῶν παθημάτων ἤτοι τοῦ σύμπαντος σώματος ἢ μορίου τινὸς ἤ τινων. προσέχωμεν τοίνυν ἐφεξῆς τοῖς λόγοις αὐτοῦ περὶ τούτων διδάσκουσιν.

Ἢν δὲ εἴη ὑγρὸν τὸ διαχώρημα, ξυμφέρει μήτε τρύζειν μήτε πυκνόν τι εἶναι καὶ κατ’ ὀλίγον ὑποχωρέειν. κοπιῶν γὰρ ἄνθρωπος ὑπὸ τῆς ξυνεχέος ἐξαναστάσεως ἀγρυπνοίη ἄν. εἰ δὲ ἀθρόον πολλάκις διαχωρέει, κίνδυνος λειποθυμῆσαι.
134

Ὅτι μὲν διὰ τὸ μὴ γεγενῆσθαι τὴν ἐκ τῆς κοιλίας εἰς ἧπαρ ἀνάδοσιν ἢ διὰ τὸ κατεῤῥυηκέναι τι τῶν ἐξ ἥπατος ἡ σπληνὸς περιττωμάτων εἰς αὐτὴν, ὑγρὸν ἔσται τὸ διαχώρημα πρόδηλον· ἀλλ’ ἐγχωρεῖ μὲν τὸ τοιοῦτον ἀγαθὸν μὲν ὑπάρχειν, ἐὰν ἐκκαθαίρηται τὸ ἧπαρ ἢ ὁ σπλὴν καὶ τὸ σύμπαν σῶμα δι’ ἥπατος. οὐκ ἀγαθὸν δ’, ὅταν ἐν συμπτώματος λόγῳ γίνηται τῆς ἀναδόσεως ἀτυχηθείσης ἢ τῶν ἐξ ἥπατος ἰόντων εἰς γαστέρα, διαθέσεως οὐκ ἀγαθῆς ἐχόντων γνωρίσματα. διορισμὸς δὲ τούτων ἐστὶν, εἰ μή γε τρύζει. γέγραπται δὲ καὶ μετὰ τοῦ σίγμα καὶ χωρὶς τοῦ σίγμα τοὔνομα καθ’ ἑκατέραν γραφὴν ἀπὸ τοῦ γινομένου ψόφου πεποιημένον. ἔτι τε εἰ μὴ πυκνῶς καὶ κατ’ ὀλίγον διαχωροίη. τὰ γὰρ οὕτω διαχωροῦντα συμπτώματος λόγον ἔχει, τὰ δὲ διὰ χρόνου πλείονος ἀθροώτερα πολλάκις ἀγαθῆς ἐκκρίσεως γνωρίσματά ἐστι, τῆς φύσεως ἀποτιθεμένης τὰ περιττὰ κατὰ πλῆθος ἢ ποιότητα ἢ τὸ σύμπαν ζῶον ἢ ἕν τι μόριον αὐτοῦ κενούσης ἢ καθαιρούσης. ὀνομάζω δὲ κένωσιν

135
τὴν τῶν οἰκείων, ὅταν ὑπερβάλλῃ τῷ πλήθει. κάθαρσιν δὲ τὴν τῶν ἀλλοτρίων κατὰ ποιότητα. συνακολουθεῖ δὲ καὶ ἄλλα τινὰ τοῖς τοιούτοις διαχωρήμασιν, ὧν ἐμνημόνευσεν ὁ Ἱπποκράτης εἰπών· κοπιῶν γὰρ ὁ ἄνθρωπος ὑπὸ τῆς συνεχοῦς ἐξαναστασίοις ἀγρυπνοίη ἄν. καὶ μὲν δὴ καὶ τὸ πολὺ πολλάκις ἐκκρίνειν ὡς καταλυτικὸν τῆς δυνάμεως μέμφεται. καὶ γὰρ σπανίως ποτὲ γίνονται ἐκκρίσεις ἀγαθαὶ τοιαῦται. τὸ γὰρ καταλύεσθαι τὴν δύναμιν οὐκ ἀγαθὸν ὂν αὐταῖς συνέζευκται, καθάπερ καὶ ταῖς κριτικαῖς μὲν, ἀμέτροις δ’ αἱμοῤῥαγίαις.

Ἀλλὰ χρὴ κατὰ τὸ πλῆθος τῶν εἰσιόντων ὑποχωρέειν δὶς ἢ τρὶς τῆς ἡμέρης καὶ τῆς νυκτὸς ἅπαξ. πλεῖστον δ’ ὑπείτω τῷ πρωῒ ὥσπερ κατὰ φύσιν σύνηθές ἐστι τῷ ἀνθρώπῳ.
136

Τοῦτο μὲν καὶ πρόσθεν ἐγεγράφει. βέλτιον δ’ ἦν αὐτὸν εἰρηκέναι νῦν τὸν περὶ τῶν κριτικῶν μὲν, ἀθρόως δὲ ἐκκρινομένων λόγον, ὃν ἐγὼ διῆλθον ἄρτι. μέμφομαι δὲ ὡς περιττὰ τὸ δὶς ἢ τρὶς τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἅπαξ ὅσα τ’ ἄλλα πρὸς τούτοις ἔγραψεν. ἤρκει γὰρ μόνον εἰπεῖν, ὥσπερ σύνηθες ἦν τῷ ἀνθρώπῳ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ὑπ’ αὐτοῦ γεγραμμένον, ἔν τισι μὲν ἀντιγράφοις μετὰ τοῦ ὑπείτω, κατ’ ἔνια δὲ καὶ χωρὶς τούτου κατὰ τοῦτον τὸν τρόπον, πλέον ὑπὸ τὸ πρωῒ ὥσπερ σύνηθες ἦν τῷ ἀνθρώπῳ. διαφέρει δὲ οὐδὲν ἢ οὕτως ἢ ἐκείνως γεγράφθαι, φυλάττεται γὰρ ἑκατέρως ἄριστον εἶναι τὸ συνηθέστατον.

Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα πρὸς τὴν κρίσιν ἰούσης τῆς νούσου.
137

Παχύνεται δηλονότι τὸ ὑδατῶδες καὶ λεπτὸν, οὐ τὸ παχὺ καὶ σκληρόν. ὥστ’ ἂν εἴη ὁ λόγος αὐτῷ περὶ τῶν ἐξ ἀρχῆς ὑγρὰ διαχωρούντων· ἴδιον δὲ τοῦτο βραχυλογίας παλαιᾶς καὶ μάλιστα σύνηθες Ἱπποκράτους, τὸ διὰ τῶν ἀντικειμένων ἐνίοτε συνενδείκνυσθαί τινα παραλείποντι μνημονεύειν αὐτῶν ὀνομαστί.

Ὑπόπυῤῥον δὲ ἔστω καὶ μὴ λίην δυσῶδες.

Ἔπρεπε τοῦτον τὸν λόγον κατὰ τὴν ἀρχὴν εἰρῆσθαι τῆς περὶ τῶν διαχωρημάτων διδασκαλίας, ὡς γενέσθαι τὴν ῥῆσιν τοιαύτην. διαχώρημα δ’ ἄριστόν ἐστι μαλθακόν τε καὶ συνεστηκὸς καὶ τὴν ὥρην, ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρει. πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων, ὑπόπυῤῥον δ’ ἔστω καὶ μὴ λίαν δυσῶδες, ἵνα, ὡς ἔφην ὀλίγον ἔμπροσθεν, τήν τε σύστασιν αὐτοῦ καὶ τὸ πλῆθος καὶ τὸν καιρὸν τῆς ἀποκρίσεως ἔτι τε τὰς ποιότητας ἀμφοτέρας, τήν τε ὁρατὴν

138
καὶ τὴν ὀσφραντὴν, ᾖ διωρισμένος. ὅτι δὲ τὸ κατὰ φύσιν ὑπόπυῤῥόν ἐστι δεχόμενον τὴν ἐξ ἥπατος εἰς γαστέρα καταῤῥέουσαν χολὴν, σύμμετρον μὲν τῇ ποιότητι, ὀλίγην δὲ τῇ ποσότητι, πρόδηλόν τέ ἐστι καὶ πᾶσιν ἰατροῖς ὁμολογούμενον. ἐὰν γὰρ ἄκρατος ἡ χολὴ καταῤῥέῃ, ξανθὸν ἢ πυῤῥὸν ἐργάζεται, μηδ’ ὅλως ἀφικνουμένης αὐτῆς εἰς τὰ ἔντερα ὡς ἐπὶ τῶν ἰκτεριώντων λευκὸν ἔσται τὸ διαχώρημα.

Ἐπιτήδειον δὲ καὶ ἕλμινθας στρογγύλας συνεξιέναι μετὰ τοῦ διαχωρήματος πρὸς τὴν κρίσιν ἰούσης τῆς νούσου.

Ὅταν δὲ καὶ ταύτας ἡ φύσις ἅμα τοῖς ἄλλοις περιττοῖς ὠθῇ κάτω, βέλτιόν ἐστιν ἤπερ ἄνω. καὶ ὅταν ἄλλοις ἐπιφαίνηται, λόγῳ συμπτώματος. εἴρηται δὲ ἐπὶ πλέον ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασιν ἡ διαφορὰ πᾶσα τῶν κρισίμως ἐπιφαινομένων.

139
Δεῖ δὲ ἐν παντὶ τῷ νουσήματι λαπαρὴν τὴν κοιλίην εἶναι καὶ εὔογκον.

Τὸ μὲν λαπαρὴν ἀντίκειται τῷ τεταμένην ἢ πεπληρωμένην, τὸ δ’ εὔογκον τῷ ἐκτετηκυῖαν, ἵνα τὸ μὲν πρότερον ὑπὲρ τῶν ἐν αὐτῇ περιεχομένων διδάσκῃ, τὸ δὲ δεύτερον ὑπὲρ αὐτῆς τῆς κοιλίας, ὡς εἰ καὶ οὕτως εἶπε. δεῖ δὲ ἐν παντὶ νοσήματι συμμέτρως μέν κενὴν εἶναι τὴν κοιλίην, εὔογκον δὲ κατὰ τὴν ἑαυτῆς οὐσίαν καὶ μὴ λεπτήν.

Ὑδαρὲς δὲ κάρτα ἢ λευκὸν ἢ χλωρὸν ἢ ἐρυθρὸν ἰσχυρῶς ἢ ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα.

Τὸ μὲν οὖν ὑδαρὲς ἀπεψίας ἐστὶ σημεῖον, τὸ δὲ λευκὸν, ὡς εἵρηται πρόσθεν ἤδη, τοῦ μὴ κατιέναι τὴν ὠχρὰν χολὴν ἐξ ἥπατος εἰς τὰ κατὰ γαστέρα χωρία, τὸ δὲ χλωρὸν

140
ἰσχυρῶς, ἐπειδὴ δύο σημαίνει τὸ χλωρὸν, ὡς καὶ τοῦτο εἴρηται πρόσθεν, κατὰ μὲν τὸ ἕτερον τῶν σημαινομένων τὴν ὠχρὰν χολὴν παμπόλλην μεμίχθαι δηλώσει, κατὰ δὲ τὸ ἕτερον τὴν ἰώδη. τὸ δὲ ἀφρῶδες ποτὲ μὲν πνεῦμα φυσῶδες ὑγρῷ δυσλύτῳ μεμίχθαι, ποτὲ δὲ θέρμης ἐστὶ πολλῆς σημεῖον. ὁρᾶται γοῦν κἀπὶ τῶν ἐκτὸς οὕτω γιγνομένων ἐν μὲν τῇ θαλάσσῃ, διὰ τὰς τῶν ἀνέμων ἐμβολὰς, ἐπὶ δὲ τῶν ἑψομένων λεβήτων διὰ τὴν πολλὴν θερμασίαν.

Ἔτι δὲ πονηρὸν καὶ σμικρόν τε ἐόν καὶ γλίσχρον καὶ λευκὸν καὶ ὑπόχλωρον καὶ λεῖον.

Διττὴν ἰδέαν ἐν τῷδε τῷ λόγῳ διδάσκει διαχωρημάτων, ἀμφοτέρων μὲν ὑπὸ συντήξεως γινομένων, διαφερόντων δὲ καθ’ ὅσον ἡ μὲν μικρὰ καὶ γλίσχρα καὶ λευκὴ διαχώρησις πιμελῆς τετηκυίας ὑπὸ πυρώδους μὲν θερμότητος,

141
οὐ μὴν κακοήθους γε σφοδρῶς γίνεται, ἡ δὲ ὑπόχλωρος καὶ λεία πιμελῆς μέν ἐστι καὶ ἥδε συντετηκυίας, ἀλλ’ ἤτοι διὰ θερμασίαν ἢ αὐτῆς τῆς πιμελῆς παλαιᾶς τε καὶ οἷον ἡμισαποῦς ὑπαρχούσης. ὁρᾶται γοῦν κἀκτὸς οὐχ ἡ πιμελὴ μόνον, ἀλλὰ καὶ τὸ στέαρ μεταβάλλοντα ἐν τῷ χρόνῳ τὸ πρόσθεν ἑαυτῶν χρῶμα καὶ σαφῶς ὑπόχλωρα γινόμενα. εἰ δέ γε τὸ ὑπόχλωρον ὑπὸ τῆς ἰώδους χολῆς εἴη γεγενημένον, ἔστι γὰρ, ὡς ἐδείχθη, δεύτερον καὶ τοῦτο τῆς χλωρᾶς φωνῆς σημαινόμενον, ἰσχυρᾶς συντήξεως ἔσται σημεῖον. λεῖον δὲ γίνεται πᾶν ὁτιοῦν τῶν ἐκκρινομένων τοῦ σώματος ἢ διὰ τὸ ὁμαλὴν πέψιν ἔχειν, ὥστε μηδὲν αὐτοῦ διαπεφευγέναι μέρος τὴν ἐκ τῆς φύσεως ἀλλοίωσιν ἢ διὰ ἰσχυρὰν σύντηξιν, ὡς μηδὲν ἐνταῦθα μόριον τῆς ὕλης ἀπαθὲς ὑπολειφθῆναι. ὥσπερ οὖν ὅσα χρηστὰ, βελτίω ταῦτ’ ἔστιν ὁμαλῶς φαινόμενα, κατὰ τὸν αὐτὸν τρόπον ὅσα μοχθηρὰ χείρω καὶ ταῦτα πάντ’ ἐστὶν ὁμαλῶς ὄντα τοιαῦτα. δι’ ὅλων γὰρ ἑαυτῶν ἑκάτερα φαίνεται, τὰ μὲν τὸν τῆς φύσεως κόσμον δεδειγμένα, τὰ δὲ τὸ τῆς μοχθηρίας αἶσχος.
142
τὸ δὲ γλίσχρον ὅτι μὲν πολλάκις ἐπὶ τῶν πλεῖον ἤδη τεθερμασμένων γίνεται πρόδηλον. ἐνίοτε δὲ καὶ ἡ τῶν ἐδεσμάτων ποιότης ἀπεργάζεται τοιούτους χυμούς. ἀλλ’ οὗτοι μὲν ὅταν ἐπὶ τὴν ἔκκρισιν ὁρμήσωσιν, οὐκ εἰσὶν ὀλίγοι, τὸ δὲ κατ’ ὀλίγον ἐκκρινόμενον γλίσχρον ἀποκεχώρηκε μὲν τούτων, ᾠκείωται δὲ συντήξεσι μετρίαις. ἐνίοτε δὲ αἱ σφοδραὶ συντήξεις ἀθρόας γλίσχρας ἐργάζονται διαχωρήσεις. ἀλλ’ αἱ τοιαῦται πάντως εἰσὶ δυσώδεις καὶ ταύτῃ διορίζονται τῶν ὠμῶν χυμῶν οὐκ ὄντων δυσωδῶν.

Τουτέων δὲ θανατωδέστερα ἂν εἴη τὰ μέλανα ἢ λιπαρὰ ἢ πέλια ἢ ἰώδεα καὶ κάκοσμα.

Τὰ μέλανα μὲν ὑπὸ μελαίνης χολῆς ἀκράτου χρώζεται, τὰ πελιδνὰ δὲ μετρίας τε καὶ μετρίως ἐπιμιγνυμένης αὐτοῖς γίνονται τοιαῦτα. λιπαρὰ δὲ διαχωρεῖται συντηκομένης

143
πιμελῆς ὑπὸ πυρώδους θερμασίας. τὰ δὲ κάκοσμα σηπεδόνος ἐστὶ γνωρίσματα.

Τὰ δὲ ποικίλα χρονιώτερα μὲν τουτέων, ὀλέθρια δὲ οὐδὲν ἧσσον. ἔστι δὲ τὰ τοιαῦτα ξυσματώδεα καὶ χολώδεα καὶ αἱματώδεα καὶ πρασοειδέα καὶ μέλανα ποτὲ μὲν ὁμοῦ διεξερχόμενα ἀλλήλοισι, ποτὲ δὲ κατὰ μέρος.

Τὰ ποικίλα πολλὰς εἶναι διαθέσεις ἐνδείκνυται, διὸ καὶ χρόνου δεῖται πρὸς τὴν πέψιν. πολλῶν γὰρ οὐσῶν διαθέσεων εἰκὸς μὲν εἶναί τινας ἐξ αὐτῶν χρονίας· εἰ δὲ μὴ, ἀλλά πάντως γε πρὸς τὴν φύσιν. δεῖ οὖν ὥσπερ ἀνταγωνισταῖς πολλοῖς διαγωνιζομένην ἀναλίσκειν πλείονα χρόνον.

Φῦσαν δὲ ἄνευ ψόφου μὲν καὶ περδήσιος διεξιέναι ἄριστόν ἐστι, κρέσσον δὲ καὶ ξὺν ψόφῳ διελθεῖν ἢ αὐτοῦ ἀνειλέεσθαι.
144
καίτοι καὶ οὕτω διελθοῦσα σημαίνει ἢ πονέειν τι τὸν ἄνθρωπον ἢ παραφονέειν, ἢν μὴ ἑκὼν ὁ ἄνθρωπος οὕτω τὴν ἄφεσιν τῆς φύσης ποιήσηται.

Τὰς φύσας ἔνιοι μὲν ἐκκρίνουσι μετὰ ψόφου μηδὲν ἀπαισχυνόμενοι, τινὲς δὲ ἀποθανεῖν ἂν ἕλοιντο μᾶλλον ἢ τοῦτο πρᾶξαι. τούτους μὲν οὖν ὅταν ἀκουόντων πολλῶν προΐωνται φῦσαι, εἰδέναι δεῖ δυοῖν θάτερον, ἢ μὴ παρακολουθεῖν τοῖς πραττομένοις ἢ διὰ τὸ μέγεθος ὀδύνης κατηναγκάσθαι πρᾶξαί τι τῶν ἀβουλήτων. ἐπὶ δὲ τῶν ἄλλων ὅσοι μηδ’ ὅλως φροντίζουσι τῶν παρόντων, οὐδὲν μὲν σημαίνειν ἄτοπον ὑποληπτέον τὴν μετὰ ψόφου φῦσαν· ἄμεινον δὲ εἶναι καὶ ἐπὶ τούτων ἄνευ ψόφου. πάντως γὰρ ἤτοι πλῆθος ἐνδείκνυται τοῦ φυσώδους πνεύματος ἢ στενοχωρίαν τῶν ὀργάνων, ὅταν δὲ τὸ πνεῦμα μὴ πάνυ πολὺ ᾖ, τὰ δ’ ὄργανα δι’ ὧν ἐκκρίνεται χαλαρὰ τελέως ᾖ· χωρὶς ψόφου τοῖς τοιούτοις ἡ τῆς φύσης ἀπόκρισις γίνεται.

145
Τοὺς δὲ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ τὰ κυρτώματα, ἢν ᾖ νεαρὰ καὶ μὴ σὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξιὼν ξὺν κόπρῳ τε καὶ οὔρῳ καὶ φύσῃ. εἰ δὲ μὴ καὶ αὐτὸς διαπεραιωθείς, ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία.

Κυρτώματα τῶν ὑποχονδρίων ὠνόμασεν ἃ διὰ τῶν ἔμπροσθεν οἰδήματα προσηγόρευσεν. ἔστι δὲ ταῦτα πάντες οἱ παρὰ φύσιν ὄγκοι. χωρὶς μὲν φλεγμονῆς οὗτοι γινόμενοι πνευματώδεις καὶ μάλισθ’ ὅταν ὦσι πρόσφατοι. λύεσθαι δέ φησι βορβορυγμοῦ ἐπιγενομένου κατὰ τὸ ὑποχόνδριον. ὁ γὰρ τοιοῦτος ψόφος οὐ μόνον πνεύματός ἐστι σημεῖον, ἀλλ’ ὑγρῷ συμμιγοῦς καὶ σώματι στερεῷ. ὅταν οὖν ἤτοι διεξέλθῃ κάτω τὸ φυσῶδες τοῦτο πνεῦμα φῦσα γενόμενον ἢ μὴ διεξελθὸν ὑποκαταβῇ κάτω πρός τι τῶν κάτω χωρίον, ἀπαλλάττει τὸ ὑποχόνδριον ἀμφοτέρων τῶν συμπτωμάτων,

146
τῆς τ’ ὀδύνης καὶ τοῦ οἰδήματος. ἔτι δὲ μᾶλλον εἰ καὶ σὺν οὔρῳ καὶ κόπρῳ κενωθείη. καταλείπει γὰρ οὐδὲν ἔτι περιττὸν ἡ τοιαύτη κένωσις ἐν τοῖς ὑποχονδρίοις.

Τὸ δὲ οὖρον ἄριστόν ἐστιν, ὅταν λευκή τε εἴη ἡ ὑπόστασις καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ’ ἂν κριθῇ ἡ νοῦσος. σημαίνει γὰρ ἀσφάλειάν τε καὶ νούσημα ὀλιγοχρόνιον ἔσεσθαι. εἰ δὲ διαλείποι καὶ ποτὲ μὲν καθαρὸν οὐρέοι, ποτὲ δὲ ὑφίστηται τὸ λευκὸν καὶ λεῖον, χρονιωτέρα γίνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής.

Ὥσπερ ὀλίγον ἔμπροσθεν ἔφην, ἐκ μὲν τῶν κατὰ προαίρεσιν ἐνεργειῶν γνωρίζεσθαι μίαν δύναμιν, ὅπως ἔχῃ ῥώμης τε καὶ ἀῤῥωστίας, ἣν τῆς ἄνωθεν ἀρχῆς ἔλεγεν ὑπάρχειν, ἣν ἔδειξα δι’ ἑτέρων ἐν ἐγκεφάλῳ καθιδρυμένην. οὕτω δὴ νῦν ἄλλης δυνάμεως φυσικῆς ὁ Ἱπποκράτης σημεῖα τὰ μὲν ἤδη διῆλθεν, τὰ δὲ καὶ κατὰ τὸν νῦν

147
ἐνεστῶτα λόγον διεξέρχεται· καλεῖται δὲ ἡ δύναμις, περὶ ἦς φημι προκεῖσθαι τὸν λόγον, ἀλλοιωτική τε καὶ πεπτική. τὰ μὲν οὖν τῆς κατὰ γαστέρα δυνάμεως σημεῖα διὰ ὑπερχομένων ὁσημέραι γνωρίζεται, τὰ δὲ τῆς καθ’ ἧπάρ τε καὶ φλέβας ἐκ τῶν οὔρων. ἔστι γὰρ καὶ ἐν τούτοις ἐναργέστατα τὰ σημεῖα τὰ μὲν ἀκριβοῦς πέψεως, τὰ δὲ ἐλλιποῦς, τὰ δὲ καὶ τελέως ἀποτυγχανομένης, ὥσπερ καὶ ἐν τοῖς κατὰ γαστέρα. πρὸς τούτοις ἔξωθεν ὥσπερ ἐκεῖ συνεκκρίνεταί τινα γνωρίσματα διαθέσεων ἑτέρων, οὕτω κἀνταῦθα. τὴν μὲν οὖν ἀρχὴν τῆς διδασκαλίας ὁ Ἱπποκράτης ἀπὸ τῶν τῆς πέψεως γνωρισμάτων ἐποιήσατο, συνάψει δ’ αὐτοῖς ἐφεξῆς τἄλλα. πρῶτον οὖν καὶ ἡμεῖς λέγωμεν ἃ πρῶτον διῆλθεν ἐκεῖνος, ἐν τῇ προκειμένῃ ταύτῃ ῥήσει τὰς ὑποστάσεις τῶν οὔρων σκέπτεσθαι κελεύων, εἰ λευκαὶ καὶ λεῖαι καὶ ὁμαλαὶ πᾶσαι τυγχάνουσιν οὖσαι καὶ μὴ ποτὲ μὲν τοιαῦται, ποτὲ δὲ ἑτεροῖαι. γίνεται γὰρ καὶ τοῦτο συνεχέστατα. καί τις οὐρήσας ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν ἄμεμπτον ἕτερον οὔρησε κατὰ τὴν ἑξῆς νύκτα μεμπτὸν, εἶτ’ αὖθις ἄμεμπτον ἐπὶ τῆς
148
τρίτης ἡμέρας ἕωθεν, εἶθ’ ἑσπέρας μεμπτόν. ἐκ μὲν δὴ τῶν τοιούτων οὔρων ἐμφαίνεται τὸ μέν τι πεττόμενόν τε καὶ κρατούμενον ὑπὸ τῆς φύσεως τῶν ἐν τοῖς ἀγγείοις χυμῶν, τὸ δὲ ἀπεπτούμενον. ἐὰν δὲ μηδαμοῦ παρεμπίπτῃ τῷ πεπεμμένῳ τὸ ἄπεπτον, ἄριστον οὖρόν ἐστι τὸ τοιοῦτον. εἰ μὲν οὖν ὑπόστασιν ἔχει, λευκήν τε εἶναι χρὴ ταύτην καὶ ὁμαλὴν καὶ λείαν διὰ παντὸς τοῦ χρόνου μέχρι λύσεως τοῦ νοσήματος ὁμοίως γινομένην. εἰ δ’ οὐκ ἔχει, πάντως μὲν ἔξει τινὰ νεφέλην λευκὴν, ἐξ ἀνάγκης δὲ καὶ τῇ χροιᾷ συμμέτρως ὠχρὸν ἔσται καὶ τῇ συστάσει μεταξὺ τοῦ λεπτοῦ καὶ ὑδατώδους καὶ τοῦ παχέος, ὁποῖόν ἐστι τὸ τῶν ὑποζυγίων. ἀλλὰ τὰ μὲν οὐδ’ ὅλως ἔχοντα τὰς ὑποστάσεις οὖρα τοῖς λεπτῶς πάνυ διῃτημένοις γίνεται, τὰ δὲ πολλὴν τοῖς ἁδρῶς, τὰ δ’ ὀλίγην τοῖς συμμέτρως. ἔτι δ’ ἐν μὲν τοῖς χολώδεσι νοσήμασιν ἐπὶ τὸ ξανθότερον ῥέπει κατὰ τὴν χρόαν, ἐν δὲ τοῖς ἐξ ὠμῶν χυμῶν γινομένοις ἐπὶ τὸ λευκότερον. ὑπόστασιν δὲ τὰ μὲν ἐπὶ τοῖς ὠμοῖς χυμοῖς ἴσχει
149
δαψιλῆ, τὰ δ’ ἐπὶ τοῖς χολώδεσιν ἢ οὐδ’ ὅλως ἢ παντάπασιν ἐλαχίστην, ἀλλ’ ἱκανόν ἐστιν αὐτοῖς ἐναιώρημα ἔχειν. ὀνομάζω δὲ ἐναιώρημα τὸ παχύτερον μὲν καὶ λευκότερον ἐν οὔρῳ μήτ’ ἐπιπολῆς αὐτοῦ μήτ’ ἐν τῷ πυθμένι τοῦ ἀγγείου, κατὰ δὲ τὴν μεταξὺ χώραν ἐναιωρούμενον ἤτοι μέσον ἀκριβῶς ἢ κάτω μᾶλλον ἢ ἄνω. τὰ μὲν οὖν τοιαῦτα σύνηθές μοι καλεῖν ἐναιωρήματα. πρὸς Ἱπποκράτους γε μὴν καὶ ταῦτα νεφέλαι προσαγορεύονται, τὴν αὐτὴν ἀναλογίαν ἔχουσαι περὶ τὸ οὖρον ἣν αἱ ὄντως νεφέλαι πρὸς τὸν ἀέρα. καὶ γὰρ καὶ ταῦτα τοῦ πέριξ ἑαυτῶν ὑγροῦ παχύτερα κἀκεῖναι τοῦ ἀέρος· πολλάκις οὖν, ὡς ἔφην, ἐφίσταταί τι τοῖς οὔροις ἄνωθεν, ὅπερ ἐγὼ νεφέλην ἰδίως ὀνομάζειν εἴωθα. ταυτὶ μὲν οὖν ἐγνώσθω τέ σοι καὶ μνημονευέσθω πρῶτα, μετὰ δὲ ταῦτα πρόσεχε τὸν νοῦν οἷς ἔγραψεν ὁ Ἱπποκράτης. τὸ γὰρ διὰ παντὸς ὑπόστασιν οἵαν εἴρηκε ποιούμενον οὖρον ἀσφάλειάν τε σημαίνει, τουτέστιν ἀκίνδυνον εἶναι τὸ νόσημα καὶ τελέως λυθησόμενον ὡς μηκέτι ὑποστρέφειν. καὶ πρὸς τούτοις ἔτι ταχεῖαν αὐτοῦ γενέσθαι
150
τὴν λύσιν, ὥστ’ εἰ καὶ κατὰ τὴν πρώτην ἡμέραν ἢ καὶ τὴν ἐχομένην αὐτῇ νύκτα φανὲν ὅμοιον διαμένοι κατά τε τὴν δευτέραν ἡμέραν καὶ νύκτα, τῆς πρώτης περιόδου τῶν κρισίμων ἡμερῶν οὐκ ἂν ἐξωτέρω προέλθοι τὸ νόσημα. λέγει δὲ ταῦτα δηλονότι περὶ τῶν πυρετωδῶν νοσημάτων οὐ τῶν ὅσα γε χωρὶς πυρετῶν ἤτοι κατὰ τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας ἢ κατὰ τὸν θώρακά τε καὶ πνεύμονα συνίσταται δι’ ἄλλων σημείων γνωριζόμενα, εἴτε ἐπιεικῆ τε καὶ ταχυκρίσιμά ἐστιν εἴτε κινδυνώδη τε καὶ χρόνια. διὰ τί δὲ τὴν ὑπόστασιν τῶν οὔρων λευκὴν εἶναι χρὴ ἔμπροσθεν ἐν τῷ περὶ πύου δέδεικται λόγῳ κατὰ τὸ τέλος τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων.