In Hippocratis Prognosticum
Galen
Galen, In Hippocratis Prognosticum
Εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο ξανθὸν ἐὸν ἢ πυῤῥὸν ἢ πολλὴν βῆχα παρέχον καὶ μὴ ἰσχυρῶς ξυμμεμιγμένον κάκιον γίνεται.
Κατὰ ταύτην τὴν ῥῆσιν ὑπεσχόμην ἀποδείξειν ἀμφοτέρας τὰς ἔμπροσθεν ἐξηγήσεις ἀληθεῖς, τήν τε τοῦ ταχέως καὶ τὴν τοῦ ἰσχυρῶς διάνοιαν. ἐπὶ γάρ τοι τἀναντία μεταβὰς, ὡς εἴωθε, τῷ μὲν ταχέως ἀντέθηκε τὸ εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο, τῷ δὲ συμμεμιγμένον ἰσχυρῶς τὸ μὴ ἰσχυρῶς συμμεμιγμένον ἀντέθηκε καὶ τῷ εὐπετέως πτυομένῳ τὸ πολλὴν βῆχα παρέχον. τὸ γὰρ ἀνωδύνως τε καὶ ταχέως ἀναφερόμενον ὀλίγης δεῖται βηχός. εἴρηται γάρ μοι πρόσθεν ἄμεινον εἶναι μεμίχθαι πως ἀλλήλοις τὰ κενούμενα καὶ μηδὲν εἰλικρινῶς ἄκρατον ἐκκρίνεσθαι. λέλεκται δὲ καὶ περὶ τοῦ δεῖν ἐπιφαίνεσθαι ταχέως ἐν πλευριτικοῖς τὰ πτύσματα, κατά τε τὰ περὶ κρίσεων καὶ τῶν ἀφορισμῶν ὑπομνήματα.
Τότε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες, τὸ δὲ λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές.
Οὐκ ἄλλο τι νῦν λέγει τοῦ πρόσθεν εἰρημένου. τὸ γὰρ μὴ συμμεμιγμένον ἄκρατόν ἐστι, καὶ γίνεται ξανθὸν μὲν διὰ τὴν ξανθὴν δηλονότι χολὴν, λευκὸν δὲ καὶ γλίσχρον καὶ στρογγύλον διὰ φλέγμα κατωπτημένον. ἐπιδέδεικται δὲ ἡμῖν πολλάκις ὡς τὰ κατασκήπτοντα μέλεσί τισι ῥεύματα καὶ φλεγμονὰς καὶ ἐρυσιπέλατα καὶ οἰδήματα καὶ σκίῤῥους καὶ καρκίνους ἐργαζόμενα, παρὰ τὰς διαφορὰς τῶν ἐπικρατούντων ἐν αὐτοῖς χυμῶν, εὐήθη τε καὶ κακοήθη γίνεται. τὰ μὲν γὰρ αἱματώδη καὶ φλεγματώδη μέτρια, τὰ δὲ τῆς ξανθῆς ἢ μελαίνης χολῆς χαλεπά. διαβρωτικὰ μὲν γάρ ἐστιν ἄμφω τῶν σωμάτων καὶ τοῦτ’ αὐτοῖς κοινόν. ἴδιον δὲ ἑκατέρου τοῦ μὲν τῆς ξανθῆς χολῆς τὸ πυρετοὺς ὀξεῖς ἐπιφέρειν, τοῦ δὲ τῆς μελαίνης τὸ δύσλυτον ἐργάζεσθαι τὴν διάθεσιν. ἅτε γὰρ παχὺς ὢν καὶ γεώδης ὁ χυμὸς οὗτος
Κακὸν δὲ καὶ χλωρὸν ἐὸν κάρτα καὶ ἀφρῶδες.
Εἴρηται πολλάκις ὅτι τὸ χλωρὸν ἐπί τε τοῦ ὠχροῦ λέγειν εἴωθε καὶ τοῦ καλουμένου πρός τινων ἰώδους. ὁπότερον δ’ αὐτῶν ἄκρως ᾖ τοιοῦτον, ὅτι χαλεπόν ἐστιν οὐδὲν ἔτι δέομαι λέγειν, εἰρηκὼς ἤδη περὶ πάντων τῶν ἀκράτων χυμῶν. πλὴν γὰρ τοῦ αἵματος, ὅστις ἂν ἄκρατος ᾖ, μοχθηρὰν ἐνδείκνυται διάθεσιν, ἐπὶ θερμότητι φλογώδει τὴν γένεσιν ἔχων, ὁ μὲν ξανθὸς ἐξοπτωμένης αὐτῆς τῆς ὀῤῥώδους ὑγρότητος, ἦς ἐπιμιγνυμένης ὠχρὸς ἐφαίνετο, ὁ δ’ ἰώδης ἐξ ὑπεροπτήσεως ταύτης. ὁ δὲ μέλας ἤτοι τῆς αὐτῆς ὑπεροπτηθείσης, ἥπερ δὴ κακίστη τε καὶ διαβρωτικωτάτη γίγνεται μέλαινα χολὴ ἢ τοῦ παχέος αἵματος ὁμοίως
Εἰ δὲ εἴη οὕτως ἄκρητον, ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν ἐστι τοῦτο ἐκείνων. κακὸν δὲ κἢν μηδὲν ἀνακαθαίρηται μηδὲ προΐῃ ὁ πνεύμων, ἀλλὰ πλήρης ἐὼν ζέῃ ἐν τῷ φάρυγγι.
Εἴρηται πρόσθεν ἤδη περὶ τῶν ἀκράτων ἁπάντων κοινῇ καὶ περὶ τῶν μελάνων ἰδίως τι, καὶ εἰ μὴ μέμνησαι τῶν εἰρημένων, αὖθις ἀνάγνωθι τὰ αὐτά. βέλτιον καὶ τοῦτο τοῦ πολλάκις ἐμὲ γράφειν περὶ τῶν αὐτῶν τὰ αὐτά.
Κορύζας δὲ καὶ πταρμοὺς ἐπὶ πᾶσι τοῖσι περὶ τὸν πνεύμονα νουσήμασι καὶ προγεγονέναι καὶ ἐπιγενέσθαι κακὸν, ἀλλ’ ἐν τοῖσιν ἄλλοισι νουσήμασι τοῖσι θανατωδεστάτοισιν οἱ πταρμοὶ λυσιτελοῦσι.
Τὸ διὰ τῶν ῥινῶν ἐκκρινόμενον ὑγρὸν λεπτὸν καὶ ἄπεπτον ὀνομάζειν εἰώθασι κόρυζαν πάντες οἱ παλαιοὶ ἰατροὶ, καθάπερ τὸ δι’ ὑπερώας τοιοῦτο κατάῤῥουν. καὶ θαυμάζω γε πῶς ὁ Ἱπποκράτης οὐ τοὺς κατάῤῥους, ἀλλὰ τοὺς πταρμοὺς ταῖς κορύζαις προσέθηκεν. αἱ μὲν οὖν κόρυζαι καθ’ ἕνα λόγον εἰσὶ μοχθηραὶ τοῖς τοιούτοις ἐπιγινόμεναι νοσήμασιν, οἱ κατάῤῥοι δὲ κατὰ δύο. καὶ λέλεκται πολλάκις ἡμῖν ἔμπροσθεν ἔνια μὲν μοχθηρὰ κατὰ συμβεβηκὸς ἐν τοῖς κακοῖς ἀριθμεῖσθαι σημείοις, ἄλλα δ’ ἄντικρυς· αὐτὸ δὴ τοῦτο μόνον εἶναι σημεῖα μοχθηρὰ, μηδὲν μὲν αὐτὰ κακὸν ἐργαζόμενα, δηλοῦντα δέ τινα χαλεπὴν διάθεσιν, ἐφ’ ᾗ γέγονεν. ἄλλα δὲ πρὸς τούτοις εἶναι τρίτα
Αἵματι δὲ ξυμμεμιγμένον μὴ πολλῷ πτύελον ξανθὸν ἐν τοῖσι περιπνευμονικοῖσιν ἐν ἀρχῇ μὲν τῆς νούσου πτυόμενον περιεστηκὸς καὶ κάρτα ὠφελέει. ἑβδομαίῳ δὲ ἐόντι ἢ παλαιοτέρῳ ἧσσον ἀσφαλές.
Κοινὸς καὶ οὗτος ὁ λόγος ἐστὶν ἐπὶ πασῶν φλεγμονῶν ἤδη πολλάκις ἡμῖν ἐν πολλοῖς εἰρημένος, ὡς τοῦ κατασκήψαντος εἰς τὰ φλεγμαίνοντα μόρια χυμοῦ διϊδροῦται τὸ λεπτότερον, ὅταν ἡ περιέχουσα τὸ φλεγμαῖνον ἐπιφάνεια μὴ πυκνὴ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τουτὶ τὸ ἐκτὸς δέρμα. καὶ διὰ τοῦτο ἄν τε κατὰ τοὺς πόρους τῆς ῥινὸς ἢ τοὺς ὀφθαλμοὺς ἢ τὸ στόμα φλεγμονὴ γένηταί τις, ἀποῤῥέουσιν αὐτῆς ὑγρότητες λεπταὶ, παραπλήσιαι τοῖς ἐπὶ τῶν ἑλκῶν ἰχῶρσιν. οὕτως οὖν καὶ ὁ πνεύμων φλεγμήνας ἀποκρίνει τινὰς ὑγρότητας εἰς τὰς ἐντὸς ἑαυτοῦ κενὰς χώρας, αἵ πέρ εἰσιν αἱ τῶν τραχειῶν ἀρτηριῶν, αἵτινες ὑπὸ τῶν βηχῶν ἀναφερόμεναι πτύονται, τὰ γνωρίσματα φέρουσαι τοῦ τὴν περιπνευμονίαν ἐργαζομένου ῥεύματος. ἐκείνου γάρ εἰσιν οἷον ὀῤῥός τις. ἔσονται τοιγαροῦν, ἐὰν μὲν χολώδης ἱκανὸς ὁ χυμὸς εἴη, ξανθαὶ μόνον, ἐὰν δὲ αἱματώδης, ἐρυθραὶ, ἐὰν δὲ ἐξ ἀμφοῖν μικτὸς, ἐρυθραί τε ἅμα καὶ ξανθαί. αὗται μὲν οὖν αἱ ὑγρότητες ἀγαθαί. βραχὺ δὲ ἀπολείπονται αὐτῶν, καθ’ ἃς ἀναπτύουσιν εἰλικρινὲς αἷμα, καὶ τάχα τινὰ
Πάντα δὲ τὰ πτύελα πονηρά ἐστιν, ὁκόσα ἂν τὴν ὀδύνην μὴ παύῃ· κάκιστα δὲ τὰ μέλανα, ὡς διαγέγραπται· τὰ παύοντα δὲ τὴν ὀδύνην πάντων ἀμείνω ἀναπτυόμενα.
Κοινὸς καὶ οὗτος ὁ λόγος ἐστὶν ἐπὶ πάντων τῶν ἐκκρινομένων ἐκ τοῦ σώματος, ὑπὲρ οὗ καὶ κατὰ τὰ ἄλλα βιβλία
Ὁκόσα δὲ τῶν ἀλγημάτων ἐκ τουτέων τῶν χωρίων μὴ παύεται μήτε πρὸς τὰς τῶν πτυέλων καθάρσιας μήτε πρὸς τὴν τῆς κοιλίης ἐκκόπρωσιν μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ διαίτας καὶ φαρμακείας, εἰδέναι δεῖ ἐκπυήσοντα.
Ὅσα τῶν ἀλγημάτων ἐκ τῶν κατὰ θώρακα καὶ πνεύμονα χωρίων οὐ παύονται πρὸς τὰ βοηθήματα, καὶ τοῦτ’ ἔχει μόνον ἄτοπον, οὐδενὸς ὀλεθρίου συνόντος ἑτέρου γνωρίσματος, ἐκπυῆσαι αὐτὰ προσδοκᾷν. μέσα γάρ πώς ἐστι ταῦτα τῶν τε λυομένων ἐν τάχει καὶ τῶν ἀνιάτων.
Τῶν δὲ ἐμπυημάτων ὁκόσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκεται ὀλέθρια κάρτα, ἤν τε ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύηται ἤν τε ὁμοῦ.
Τῶν ἐν τοῖς φανεροῖς μέρεσι τοῦ σώματος ἐκπυϊσκόντων ὅσα τοιαῦτ’ ἐστιν, ὡς ἐν μέρει μέν τινι πῦον ἔχειν, ἐν μέρει δ’ εἶναι τὸ λοιπὸν ἄπεπτον καὶ λεπτὸν, οὐδὲν εὐΐατόν ἐστιν. εἰ δὲ καὶ πρὸς τῷ μηδέπω τὸ πῦον ἔχειν ἔτι καὶ κακόηθές τι σημεῖον αὐτοῖς συνείη, πολὺ μᾶλλόν ἐστι μοχθηρά. τούτων δὲ πολὺ μᾶλλον ὑποληπτέον εἶναι μοχθηρὰ τὰ κατὰ τοὺς κυρίους τόπους γινόμενα. δηλοῦται
Μάλιστα δὲ, ἢν ἄρξηται χωρέειν τὸ ἐμπύημα ἀπὸ τουτέου τοῦ πτυέλου ἑβδομαίου ἐόντος τοῦ νουσήματος ἢ παλαιοτέρου.
Καὶ τοῦτο κοινὸν ἁπάντων ἐστὶ τῶν ἐν ταῖς κρισίμοις ἡμέραις γινομένων. εἰς γὰρ τὸ βέβαιον τῆς προγνώσεως ἡ κρίσιμος συντελεῖ. πότερον δ’ ἀγαθόν ἐστιν ἢ κακὸν τὸ γινόμενον, ἐξ ἄλλων τεκμηρίων ἡ διάγνωσις. ἐάν τε γὰρ ἱδρὼς γένηται κατὰ τὴν ἑβδόμην ἡμέραν, ἐάν τε διαχώρησις γαστρὸς, ἐάν θ’ αἱμοῤῥαγία, βελτίονα μὲν ἐργασάμενα τὸν κάμνοντα, τῶν ἀγαθῶν ἐστι σημείων, χείρω δὲ τῶν κακῶν. καὶ πιστῶς γε δηλοῖ τούτων ἑκάτερον, οὐχ ὡς εἰ κατ’ ἄλλην ἡμέραν ἐγένετο. γέγραπται δέ μοι περὶ
Ἐλπὶς δὲ τὸν τοιαῦτα πτύοντα ἀποθανεῖσθαι τεσσαρεσκαιδεκαταῖον, ἢν μή τι αὐτέῳ ἐπιγένηται ἀγαθόν.
Ἔργῳ τὴν τούτων ἀλήθειαν μεμαθήκατε, προλέγοντος ἐμοῦ πειραθέντες, ὥστε προσέχειν ὑμᾶς χρὴ τὸν νοῦν τοῖς λεγομένοις ὑφ’ Ἱπποκράτους, μὴ τοιαῦτα νομίζοντας αὐτὰ ταῖς δυνάμεσιν ὑπάρχειν, ὁποῖα τοῖς πολλοῖς τῶν ἰατρῶν γέγραπται μέχρι γραμμάτων καὶ λόγων τὸ πιθανὸν ἔχοντα, τοῖς δ’ ἐπὶ τῶν νούσων ἔργοις ἐλεγχόμενα. πρὸς γάρ τοι τὸν εἰρημένον ὑπ’ αὐτοῦ σκοπὸν, ὄντα μέσον ἁπάντων τῶν ἄλλων κακῶν τε καὶ ἀγαθῶν ἀποβλέπων, δυνήσῃ προλέγειν τὴν ἡμέραν ἐν ᾗ τεθνήξεταί τις. ὑποκείσθω γὰρ ὁ κάμνων
Ἔστι δὲ τὰ μὲν ἀγαθὰ τάδε εὐπετέως φέρειν τὸ νούσημα εὔπνουν εἶναι τῆς ὀδύνης ἀπηλλάχθαι, τό τε πτύελον ῥηϊδίως ἀναβήσσειν, τό τε σῶμα ὁμαλῶς φαίνεσθαι θερμόν τε καὶ μαλθακὸν καὶ δίψαν μὴ ἔχειν, οὖρά τε καὶ194διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἰδέναι ἀγαθὰ ἐόντα ταῦτα καὶ ἐπιγενέσθαι. οὕτω μὲν γὰρ ἁπάντων τουτέων ἐπιγινομένων οὐκ ἂν ἀποθάνοι ὁ ἄνθρωπος. ἢν δὲ τὰ μέντοι αὐτέων ἐπιγίνοιτο, τὰ δὲ μὴ, οὐ πλείονα χρόνον ζήσας ἢ τεσσαρεσκαίδεκα ἡμέρας ἀπόλοιτ’ ἂν ὁ ἄνθρωπος. κακὰ δὲ τἀναντία τουτέων δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα μέγα καὶ πυκνὸν εἶναι. τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόλις ἀναβήσσειν, διψῇν κάρτα, τό τε σῶμα ὑπὸ πυρὸς ἀνωμάλως ἔχεσθαι καὶ τὴν μὲν κοιλίην καὶ τὰς πλευρὰς θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ψυχρούς. οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται, ἕκαστα εἰδέναι κακὰ ἐόντα. οὕτως γὰρ εἰ ἐπιγίνοιτό τι τῷ πτυέλῳ τουτέων ἀπόλοιτ’ ἂν ὁ ἄνθρωπος πρὶν ἢ ἐς τεσσαρεσκαίδεκα ἡμέρας ἀφικέσθαι ἢ ἐναταῖος ἢ ἑνδεκαταῖος. οὕτως οὖν ξυμβάλλεσθαι χρὴ ὡς τοῦ πτυέλου τουτέου θανατώδεος ἐόντος μάλα καὶ οὐ περιάγοντος τὸν νοσέοντα ἐς τὰς τεσσαρεσκαίδεκα195ἡμέρας. τὰ δὲ ἐπιγινόμενα κακά τε καὶ ἀγαθὰ ξυλλογιζόμενον ἐκ τουτέων χρὴ τὰς προῤῥήσιας προλέγειν· οὕτω γὰρ ἄν τις ἀληθεύοι μάλιστα.
Ἐντεῦθεν ἄρχεται τοῦ καταλόγου τῶν ἀγαθῶν τε καὶ κακῶν σημείων, ὑπὲρ ὧν ἔμπροσθεν εἴρηται· καὶ διὰ τοῦθ’ ὑπερβὰς αὐτὰ τὰ ἑξῆς προχειριοῦμαι. πρὸς μὲν οὖν τὸ περιγενέσθαι πάντων δεῖ παρόντων τῶν ἀγαθῶν, πρὸς δὲ τὴν ἀπώλειαν ἀρκεῖ καὶ ἓν παρεῖναι τῶν κακῶν, μόνου τοῦ θᾶττον καὶ βράδιον ἀπολέσθαι ἐκ τοῦ πλείω ἢ ἐλάττω ἀγαθὰ ἢ κακὰ παρεῖναι δηλουμένου.
Αἱ δ’ ἄλλαι ἐκπυήσιες ῥήγνυνται αἱ πλεῖσται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριηκοσταῖαι, αἱ δὲ τεσσαρακονθήμεροι, αἱ δὲ πρὸς τὰς ἑξήκοντα ἡμέρας ἀφικνέονται.
Ἀσαφές ἐστιν ὁποίας ἄλλας λέγει. δυνατὸν μὲν γάρ ἐστι καὶ περὶ τῶν ἐν ἑτέροις μέρεσι γινομένων ἐκπυήσεων τὸν λόγον αὐτὸν ποιεῖσθαι, καταλιπόντα θώρακα καὶ πνεύμονα, περὶ ὧν ἄχρι δεῦρο διείλεκται, δυνατὸν δὲ καὶ περὶ τῶν ἐν αὐτοῖς μὲν τοῖς ὀργάνοις, ἀλλ’ οὐχ ὁμοίων ἐκπυήσεων ταῖς προειρημέναις, ἐνδέχεται δὲ καὶ περὶ ἀμφοτέρων. ἐπεὶ δὲ οὐχ ὁμοίων ταῖς προειρημέναις εἶπον, ἐξηγήσασθαι χρὴ τοῦτο. φημὶ γὰρ οὐ περὶ πασῶν ἐκπυήσεων αὐτὸν, ἀλλὰ τῶν, ὡς αὐτὸς εἶπε, χολῶδες ἐχουσῶν τι μεμιγμένον, ἄχρι δεῦρο ποιεῖσθαι τὴν διδασκαλίαν, οὐδὲ τούτων ἁπασῶν, ἀλλ’ ὅσαι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐῤῥάγησαν. ἔστι δὲ τοῦτο σπάνιον. αἱ πλεῖσται γὰρ εἰκοσταῖαι ῥήγνυνται, τινὲς δὲ καὶ μέχρι πλείονος ἀφικνοῦνται χρόνου, περὶ ὧν νῦν διέρχεται. διαφοραὶ δὲ πασῶν εἰσι δύο κοιναὶ, δι’ ἃς καὶ τῷ χρόνῳ παραλλάττουσιν ἀλλήλων, ἔκ τε τοῦ πάσχοντος μορίου καὶ τοῦ πλεονάζοντος χυμοῦ. τὰ μὲν γὰρ θερμότερα καὶ μαλακώτερα μόρια θᾶττον ἐκπυΐσκεται, τὰ ψυχρότερα δὲ καὶ σκληρότερα βραδύτερον. οὕτω δὲ καὶ τῶν
Ἐπισκέπτεσθαι δὲ χρὴ τὴν ἀρχὴν τοῦ ἐμπυήματος ἔσεσθαι λογιζόμενος ἀπὸ τῆς ἡμέρης ἧς ὁ πρῶτον ἄνθρωπος ἐπύρεξεν, εἴ ποτε αὐτὸν πρῶτον ῥῖγος ἔλαβε καὶ εἰ φαίη ἀντὶ τῆς ὀδύνης βάρος αὐτῷ γεγενῆσθαι ἐν τῷ τόπῳ ἐν ᾧ ἤλγεε. ταῦτα γὰρ ἐν ἀρχῇσι γίνεται τῶν ἐμπυημάτων. ἐξ οὖν τουτέων τῶν χρόνων τὴν ῥῆξιν χρὴ προσδέχεσθαι τῶν ἐμπυημάτων ἔσεσθαι ἐς τοὺς χρόνους τοὺς προειρημένους.
Ἕν τι τῶν ὁμολογουμένων ἐστὶν ἅπασι σχεδὸν τοῖς ἰατροῖς, ἐπειδὴ καὶ φαίνεται σαφῶς, ὡς ὅταν αἱ κατὰ τὰ κύρια μέρη φλεγμοναὶ μὴ διαφορηθῶσιν ὑπὸ τῶν βοηθημάτων, ἀλλ’ ἐκπυΐσκωνται, ῥῖγος γενέσθαι τηνικαῦτα καὶ πυρετὸν ἐπ’ αὐτῷ. δέδεικται δὲ ἐν τοῖς περὶ ῥίγους λόγοις ὡς ἡ δριμύτης τοῦ γενομένου πύου δάκνουσα καὶ διαβιβρώσκουσα τὰ παρακείμενα σώματα ῥῖγος ἐργάζεται παραπλησίως τοῖς δριμέσι φαρμάκοις. ὧν ἐνίοτε προσενεχθέντων ἕλκεσι κακοήθεσιν ἤ τινι σηπεδονώδει διαθέσει ῥιγῶσαί τε καὶ πυρέξαι συνέπεσεν. ἀκολουθεῖ δὲ τῷ τοιούτῳ ῥίγει πυρετός. ἀμέλει καὶ ὁ Ἱπποκράτης ἀμφοτέρων ἐμνημόνευσε καὶ προτέρου γε τοῦ πυρετοῦ, λέγων, ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ὁ ἄνθρωπος ἐπύρεξεν, οὐκ ἐκείνην ἑρμηνεύων τὴν ἡμέραν, ἥτις ὅλου τοῦ νοσήματος ἐγένετο πρώτη, ἀλλὰ καθ’ ἣν τὸ ῥῖγος ἅμα τῷ πυρετῷ συνέπεσεν, ἐναργῶς σφοδροτέρῳ δηλονότι τοῦ πρόσθεν ὄντος γινομένῳ. ἀλλὰ καὶ βάρους αἴσθησις γίνεται τηνικαῦτα τοῖς κάμνουσι τοῦ κατὰ πολλὰ καὶ σμικρὰ μόρια παρεσπαρμένου τοῖς φλεγμαίνουσι
Εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μοῦνον, στρέφειν τε καὶ καταμανθάνειν χρὴ τουτέοισι μή τι ἔχῃ ἄλγημα ἐν τῷ ἑτέρῳ πλευρῷ, καὶ ἢν θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου καὶ κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν, ἐρωτᾷν εἴ τι αὐτῷ δοκέει βάρος ἐκκρέμασθαι ἐκ τοῦ ἄνωθεν. εἰ γὰρ εἴη τοῦτο, ἐπὶ θάτερόν ἐστι τὸ ἐμπύημα ἐπὶ ὁκοῖον ἂν πλευρὸν βάρος ἐγγίνηται.
Ὅτι διαφράττουσιν ὑμένες τὸν θώρακα διήκοντες ἀπὸ τοῦ στέρνου μέχρι τῆς ῥάχεως, ὡς δύο ποιεῖν αὐτοὺς κοιλότητας, ἐν ταῖς ἀνατομαῖς ἐμάθομεν. ὅθεν οὐδὲ κοινωνεῖ τὰ κατὰ τὸ ἕτερον μέρος ἐμπυήματα τοῖς κατὰ θάτερον, ὥσπερ ἐπὶ τῶν ἐντὸς τοῦ περιτοναίου. κατ’ ἐκεῖνο μὲν γὰρ ἐν κύκλῳ πᾶσι τοῖς ἐντέροις περιῤῥεῖ τὸ πῦον, ἐνταῦθα δ’ οὔτε τὸ κατὰ τὰ δεξιὰ μέρη τοῦ θώρακος εἰς τὰ ἀριστερὰ δύναται μετελθεῖν οὔτ’ ἔμπαλιν ὅσον ἐν τοῖς ἀριστεροῖς ἐστιν εἰς τὰ δεξιὰ μεταῤῥυῆναι. διὰ ταῦτ’ οὖν ἀξιοῖ καταμανθάνειν, εἴτε ἐξ ἀμφοτέρων τῶν μερῶν ἔχει τὸ πῦον ὁ κάμνων εἴτε κατὰ τὸ ἕτερον μόνον. ἐν μὲν γὰρ ταῖς περιπνευμονίαις εἰς ἐμπύημα τρεπομέναις κατ’ ἄμφω μᾶλλον ἢ κατὰ θάτερον ἀθροίζεται τὸ πῦον, ἐν δὲ ταῖς πλευρίτισι κατὰ τὸ ἕτερον μέρος μᾶλλον, οὐ κατ’ ἄμφω. διάγνωσις δὲ τοῦ πεπονθότος ἔκ τε τοῦ τῆς θερμασίας διαφόρου. θερμότερον γάρ ἐστι τὸ πεπονθὸς κἀκ τοῦ κατακλινόμενον τὸν ἄνθρωπον ἐπὶ τὸ ἀντικείμενον πλευρὸν αἰσθάνεσθαι βάρους ἐγκειμένου τῷ ὑψηλοτέρῳ μέρει. δῆλον
Τοὺς δὲ ξύμπαντας ἐμπύους γινώσκειν χρὴ τοισίδε τοῖς σημείοισι. πρῶτον μὲν εἰ ὁ πυρετὸς οὐκ ἀφίησιν, ἀλλὰ τὴν μὲν ἡμέρην λεπτὸς ἴσχει, τὴν δὲ νύκτα πλείων καὶ ἱδρῶτες πολλοὶ ἐπιγίνονται, βηχός τε θυμὸς ἐγγίνεται αὐτέοισι καὶ ἀποπτύουσιν οὐδὲν ἄξιον λόγου. καὶ οἱ μὲν ὀφθαλμοὶ ἔγκοιλοι γίνονται, αἱ δὲ γνάθοι ἐρυθήματα ἴσχουσι, καὶ οἱ μὲν ὄνυχες τῶν χειρῶν γρυποῦνται, οἱ δὲ δάκτυλοι θερμαίνονται καὶ μάλιστα ἄκροι. καὶ ἐν τοῖσι ποσὶν οἰδήματα γίνονται καὶ σιτίων οὐκ ἐπιθυμέουσι καὶ φλύκταιναι γίνονται ἀνὰ τὸ σῶμα.
Ὅσοι πῦον ἀθρόον ἔχουσιν ἔνδον τοῦ σώματος, εἴτ’ οὖν ἔτι περιεχόμενον ἐν τῷ φλεγμαίνοντι μορίῳ πρόσθεν εἴτε καὶ μετὰ τὸ ῥαγῆναι, δυνατόν ἐστιν ὀνομάζεσθαι τούτους
Ὁκόσα μὲν οὖν ἐγχρονίζει τῶν ἐμπυημάτων ἔχει τὰ σημεῖα ταῦτα καὶ πιστεύειν αὐτέοισι χρὴ κάρτα. ὁκόσα δὲ ὀλιγοχρόνιά ἐστιν, ἐπισημαίνεσθαι τουτέων ἤν τι ἐπιφαίνηται οἷα καὶ τοῖσιν ἐν ἀρχῇσι γινομένοισιν ἅμα δὲ καὶ ἤν τι δυσπνούστερος ᾖ ὁ ἄνθρωπος.
Καλῶς εἶπε πιστεύειν χρῆναι τοῖς τῶν χρονιζόντων ἐμπυημάτων σημείοις. οὕτω γάρ ἐστιν ἰσχυρὰ τὴν δύναμιν,
Τὰ δὲ ταχύτερον αὐτέων καὶ βραδύτερον ῥηγνύμενα τοῖσδε γινώσκειν χρή· ἢν μὲν ὁ πόνος ἐν ἀρχῇσι γένηται καὶ ἡ δύσπνοια καὶ ἡ βὴξ καὶ ὁ πτυελισμὸς διατείνει ἐς τὰς εἴκοσιν ἡμέρας ἔχων, προσδέχεσθαι τὴν ῥῆξιν ἢ καὶ ἔτι ἔμπροσθεν. ἢν δὲ ἡσυχέστερος ὁ πόνος εἴη καὶ τἄλλα πάντα κατὰ λόγον, τουτέοισι προσδέχεσθαι τὴν ῥῆξιν ἐς ὕστερον, προσγίνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυελισμὸν πρὸ τῆς τοῦ πύου ῥήξεως.
Ἐξ ὧν ὅτι ῥαγῆναι κίνδυνός ἐστι τὸ διαπυϊσκόμενον, ἔνεστί σοι προγινώσκειν ἐκ τούτων καὶ ὅτι θᾶττον. ἔστι δὲ ταῦτα πόνος καὶ δύσπνοια καὶ βὴξ καὶ πτυελισμός. ἐὰν μὲν οὖν συνεχῆ τε γίνηται καὶ ἰσχυρὰ, ταχεῖαν ἔσεσθαι σημαίνει τὴν ῥῆξιν, ἐὰν δὲ μήτε συνεχῆ μήτε ἰσχυρὰ, χρονιωτέραν. ἀνάγκη δὲ διαβιβρωσκομένου τοῦ περικειμένου τῷ πύῳ σώματος ὑπὸ τῆς δριμύτητος αὐτοῦ, πόνον μὲν γενέσθαι δι’ αὐτὸ τοῦτο, βῆχα δὲ καὶ πτυελισμὸν ἰχῶρός τινος ἤδη λεπτοῦ διεξερχομένου τὸ περιέχον σῶμα. δυσπνοοῦσι δὲ καὶ δι’ ὅλην μὲν τοῦ νοσήματος τὴν κατάστασιν, ἐξαιρέτως δὲ διὰ τὴν προσγινομένην ὀδύνην.