Ἀλλὰ χρὴ κατὰ τὸ πλῆθος τῶν εἰσιόντων ὑποχωρέειν δὶς ἢ τρὶς τῆς ἡμέρης καὶ τῆς νυκτὸς ἅπαξ. πλεῖστον δ’ ὑπείτω τῷ πρωῒ ὥσπερ κατὰ φύσιν σύνηθές ἐστι τῷ ἀνθρώπῳ.
136
Τοῦτο μὲν καὶ πρόσθεν ἐγεγράφει. βέλτιον δ’ ἦν αὐτὸν εἰρηκέναι νῦν τὸν περὶ τῶν κριτικῶν μὲν, ἀθρόως δὲ ἐκκρινομένων λόγον, ὃν ἐγὼ διῆλθον ἄρτι. μέμφομαι δὲ ὡς περιττὰ τὸ δὶς ἢ τρὶς τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἅπαξ ὅσα τ’ ἄλλα πρὸς τούτοις ἔγραψεν. ἤρκει γὰρ μόνον εἰπεῖν, ὥσπερ σύνηθες ἦν τῷ ἀνθρώπῳ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ὑπ’ αὐτοῦ γεγραμμένον, ἔν τισι μὲν ἀντιγράφοις μετὰ τοῦ ὑπείτω, κατ’ ἔνια δὲ καὶ χωρὶς τούτου κατὰ τοῦτον τὸν τρόπον, πλέον ὑπὸ τὸ πρωῒ ὥσπερ σύνηθες ἦν τῷ ἀνθρώπῳ. διαφέρει δὲ οὐδὲν ἢ οὕτως ἢ ἐκείνως γεγράφθαι, φυλάττεται γὰρ ἑκατέρως ἄριστον εἶναι τὸ συνηθέστατον.
Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα πρὸς τὴν κρίσιν ἰούσης τῆς νούσου.
137
Παχύνεται δηλονότι τὸ ὑδατῶδες καὶ λεπτὸν, οὐ τὸ παχὺ καὶ σκληρόν. ὥστ’ ἂν εἴη ὁ λόγος αὐτῷ περὶ τῶν ἐξ ἀρχῆς ὑγρὰ διαχωρούντων· ἴδιον δὲ τοῦτο βραχυλογίας παλαιᾶς καὶ μάλιστα σύνηθες Ἱπποκράτους, τὸ διὰ τῶν ἀντικειμένων ἐνίοτε συνενδείκνυσθαί τινα παραλείποντι μνημονεύειν αὐτῶν ὀνομαστί.
Ὑπόπυῤῥον δὲ ἔστω καὶ μὴ λίην δυσῶδες.
Ἔπρεπε τοῦτον τὸν λόγον κατὰ τὴν ἀρχὴν εἰρῆσθαι τῆς περὶ τῶν διαχωρημάτων διδασκαλίας, ὡς γενέσθαι τὴν ῥῆσιν τοιαύτην. διαχώρημα δ’ ἄριστόν ἐστι μαλθακόν τε καὶ συνεστηκὸς καὶ τὴν ὥρην, ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρει. πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων, ὑπόπυῤῥον δ’ ἔστω καὶ μὴ λίαν δυσῶδες, ἵνα, ὡς ἔφην ὀλίγον ἔμπροσθεν, τήν τε σύστασιν αὐτοῦ καὶ τὸ πλῆθος καὶ τὸν καιρὸν τῆς ἀποκρίσεως ἔτι τε τὰς ποιότητας ἀμφοτέρας, τήν τε ὁρατὴν
138
καὶ τὴν ὀσφραντὴν, ᾖ διωρισμένος. ὅτι δὲ τὸ κατὰ φύσιν ὑπόπυῤῥόν ἐστι δεχόμενον τὴν ἐξ ἥπατος εἰς γαστέρα καταῤῥέουσαν χολὴν, σύμμετρον μὲν τῇ ποιότητι, ὀλίγην δὲ τῇ ποσότητι, πρόδηλόν τέ ἐστι καὶ πᾶσιν ἰατροῖς ὁμολογούμενον. ἐὰν γὰρ ἄκρατος ἡ χολὴ καταῤῥέῃ, ξανθὸν ἢ πυῤῥὸν ἐργάζεται, μηδ’ ὅλως ἀφικνουμένης αὐτῆς εἰς τὰ ἔντερα ὡς ἐπὶ τῶν ἰκτεριώντων λευκὸν ἔσται τὸ διαχώρημα.
Ἐπιτήδειον δὲ καὶ ἕλμινθας στρογγύλας συνεξιέναι μετὰ τοῦ διαχωρήματος πρὸς τὴν κρίσιν ἰούσης τῆς νούσου.
Ὅταν δὲ καὶ ταύτας ἡ φύσις ἅμα τοῖς ἄλλοις περιττοῖς ὠθῇ κάτω, βέλτιόν ἐστιν ἤπερ ἄνω. καὶ ὅταν ἄλλοις ἐπιφαίνηται, λόγῳ συμπτώματος. εἴρηται δὲ ἐπὶ πλέον ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασιν ἡ διαφορὰ πᾶσα τῶν κρισίμως ἐπιφαινομένων.
139
Δεῖ δὲ ἐν παντὶ τῷ νουσήματι λαπαρὴν τὴν κοιλίην εἶναι καὶ εὔογκον.
Τὸ μὲν λαπαρὴν ἀντίκειται τῷ τεταμένην ἢ πεπληρωμένην, τὸ δ’ εὔογκον τῷ ἐκτετηκυῖαν, ἵνα τὸ μὲν πρότερον ὑπὲρ τῶν ἐν αὐτῇ περιεχομένων διδάσκῃ, τὸ δὲ δεύτερον ὑπὲρ αὐτῆς τῆς κοιλίας, ὡς εἰ καὶ οὕτως εἶπε. δεῖ δὲ ἐν παντὶ νοσήματι συμμέτρως μέν κενὴν εἶναι τὴν κοιλίην, εὔογκον δὲ κατὰ τὴν ἑαυτῆς οὐσίαν καὶ μὴ λεπτήν.
Ὑδαρὲς δὲ κάρτα ἢ λευκὸν ἢ χλωρὸν ἢ ἐρυθρὸν ἰσχυρῶς ἢ ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα.
Τὸ μὲν οὖν ὑδαρὲς ἀπεψίας ἐστὶ σημεῖον, τὸ δὲ λευκὸν, ὡς εἵρηται πρόσθεν ἤδη, τοῦ μὴ κατιέναι τὴν ὠχρὰν χολὴν ἐξ ἥπατος εἰς τὰ κατὰ γαστέρα χωρία, τὸ δὲ χλωρὸν
140
ἰσχυρῶς, ἐπειδὴ δύο σημαίνει τὸ χλωρὸν, ὡς καὶ τοῦτο εἴρηται πρόσθεν, κατὰ μὲν τὸ ἕτερον τῶν σημαινομένων τὴν ὠχρὰν χολὴν παμπόλλην μεμίχθαι δηλώσει, κατὰ δὲ τὸ ἕτερον τὴν ἰώδη. τὸ δὲ ἀφρῶδες ποτὲ μὲν πνεῦμα φυσῶδες ὑγρῷ δυσλύτῳ μεμίχθαι, ποτὲ δὲ θέρμης ἐστὶ πολλῆς σημεῖον. ὁρᾶται γοῦν κἀπὶ τῶν ἐκτὸς οὕτω γιγνομένων ἐν μὲν τῇ θαλάσσῃ, διὰ τὰς τῶν ἀνέμων ἐμβολὰς, ἐπὶ δὲ τῶν ἑψομένων λεβήτων διὰ τὴν πολλὴν θερμασίαν.
Ἔτι δὲ πονηρὸν καὶ σμικρόν τε ἐόν καὶ γλίσχρον καὶ λευκὸν καὶ ὑπόχλωρον καὶ λεῖον.
Διττὴν ἰδέαν ἐν τῷδε τῷ λόγῳ διδάσκει διαχωρημάτων, ἀμφοτέρων μὲν ὑπὸ συντήξεως γινομένων, διαφερόντων δὲ καθ’ ὅσον ἡ μὲν μικρὰ καὶ γλίσχρα καὶ λευκὴ διαχώρησις πιμελῆς τετηκυίας ὑπὸ πυρώδους μὲν θερμότητος,
141
οὐ μὴν κακοήθους γε σφοδρῶς γίνεται, ἡ δὲ ὑπόχλωρος καὶ λεία πιμελῆς μέν ἐστι καὶ ἥδε συντετηκυίας, ἀλλ’ ἤτοι διὰ θερμασίαν ἢ αὐτῆς τῆς πιμελῆς παλαιᾶς τε καὶ οἷον ἡμισαποῦς ὑπαρχούσης. ὁρᾶται γοῦν κἀκτὸς οὐχ ἡ πιμελὴ μόνον, ἀλλὰ καὶ τὸ στέαρ μεταβάλλοντα ἐν τῷ χρόνῳ τὸ πρόσθεν ἑαυτῶν χρῶμα καὶ σαφῶς ὑπόχλωρα γινόμενα. εἰ δέ γε τὸ ὑπόχλωρον ὑπὸ τῆς ἰώδους χολῆς εἴη γεγενημένον, ἔστι γὰρ, ὡς ἐδείχθη, δεύτερον καὶ τοῦτο τῆς χλωρᾶς φωνῆς σημαινόμενον, ἰσχυρᾶς συντήξεως ἔσται σημεῖον. λεῖον δὲ γίνεται πᾶν ὁτιοῦν τῶν ἐκκρινομένων τοῦ σώματος ἢ διὰ τὸ ὁμαλὴν πέψιν ἔχειν, ὥστε μηδὲν αὐτοῦ διαπεφευγέναι μέρος τὴν ἐκ τῆς φύσεως ἀλλοίωσιν ἢ διὰ ἰσχυρὰν σύντηξιν, ὡς μηδὲν ἐνταῦθα μόριον τῆς ὕλης ἀπαθὲς ὑπολειφθῆναι. ὥσπερ οὖν ὅσα χρηστὰ, βελτίω ταῦτ’ ἔστιν ὁμαλῶς φαινόμενα, κατὰ τὸν αὐτὸν τρόπον ὅσα μοχθηρὰ χείρω καὶ ταῦτα πάντ’ ἐστὶν ὁμαλῶς ὄντα τοιαῦτα. δι’ ὅλων γὰρ ἑαυτῶν ἑκάτερα φαίνεται, τὰ μὲν τὸν τῆς φύσεως κόσμον δεδειγμένα, τὰ δὲ τὸ τῆς μοχθηρίας αἶσχος.
142
τὸ δὲ γλίσχρον ὅτι μὲν πολλάκις ἐπὶ τῶν πλεῖον ἤδη τεθερμασμένων γίνεται πρόδηλον. ἐνίοτε δὲ καὶ ἡ τῶν ἐδεσμάτων ποιότης ἀπεργάζεται τοιούτους χυμούς. ἀλλ’ οὗτοι μὲν ὅταν ἐπὶ τὴν ἔκκρισιν ὁρμήσωσιν, οὐκ εἰσὶν ὀλίγοι, τὸ δὲ κατ’ ὀλίγον ἐκκρινόμενον γλίσχρον ἀποκεχώρηκε μὲν τούτων, ᾠκείωται δὲ συντήξεσι μετρίαις. ἐνίοτε δὲ αἱ σφοδραὶ συντήξεις ἀθρόας γλίσχρας ἐργάζονται διαχωρήσεις. ἀλλ’ αἱ τοιαῦται πάντως εἰσὶ δυσώδεις καὶ ταύτῃ διορίζονται τῶν ὠμῶν χυμῶν οὐκ ὄντων δυσωδῶν.
Τουτέων δὲ θανατωδέστερα ἂν εἴη τὰ μέλανα ἢ λιπαρὰ ἢ πέλια ἢ ἰώδεα καὶ κάκοσμα.
Τὰ μέλανα μὲν ὑπὸ μελαίνης χολῆς ἀκράτου χρώζεται, τὰ πελιδνὰ δὲ μετρίας τε καὶ μετρίως ἐπιμιγνυμένης αὐτοῖς γίνονται τοιαῦτα. λιπαρὰ δὲ διαχωρεῖται συντηκομένης
143
πιμελῆς ὑπὸ πυρώδους θερμασίας. τὰ δὲ κάκοσμα σηπεδόνος ἐστὶ γνωρίσματα.
Τὰ δὲ ποικίλα χρονιώτερα μὲν τουτέων, ὀλέθρια δὲ οὐδὲν ἧσσον. ἔστι δὲ τὰ τοιαῦτα ξυσματώδεα καὶ χολώδεα καὶ αἱματώδεα καὶ πρασοειδέα καὶ μέλανα ποτὲ μὲν ὁμοῦ διεξερχόμενα ἀλλήλοισι, ποτὲ δὲ κατὰ μέρος.
Τὰ ποικίλα πολλὰς εἶναι διαθέσεις ἐνδείκνυται, διὸ καὶ χρόνου δεῖται πρὸς τὴν πέψιν. πολλῶν γὰρ οὐσῶν διαθέσεων εἰκὸς μὲν εἶναί τινας ἐξ αὐτῶν χρονίας· εἰ δὲ μὴ, ἀλλά πάντως γε πρὸς τὴν φύσιν. δεῖ οὖν ὥσπερ ἀνταγωνισταῖς πολλοῖς διαγωνιζομένην ἀναλίσκειν πλείονα χρόνον.
Φῦσαν δὲ ἄνευ ψόφου μὲν καὶ περδήσιος διεξιέναι ἄριστόν ἐστι, κρέσσον δὲ καὶ ξὺν ψόφῳ διελθεῖν ἢ αὐτοῦ ἀνειλέεσθαι. 144
καίτοι καὶ οὕτω διελθοῦσα σημαίνει ἢ πονέειν τι τὸν ἄνθρωπον ἢ παραφονέειν, ἢν μὴ ἑκὼν ὁ ἄνθρωπος οὕτω τὴν ἄφεσιν τῆς φύσης ποιήσηται.
Τὰς φύσας ἔνιοι μὲν ἐκκρίνουσι μετὰ ψόφου μηδὲν ἀπαισχυνόμενοι, τινὲς δὲ ἀποθανεῖν ἂν ἕλοιντο μᾶλλον ἢ τοῦτο πρᾶξαι. τούτους μὲν οὖν ὅταν ἀκουόντων πολλῶν προΐωνται φῦσαι, εἰδέναι δεῖ δυοῖν θάτερον, ἢ μὴ παρακολουθεῖν τοῖς πραττομένοις ἢ διὰ τὸ μέγεθος ὀδύνης κατηναγκάσθαι πρᾶξαί τι τῶν ἀβουλήτων. ἐπὶ δὲ τῶν ἄλλων ὅσοι μηδ’ ὅλως φροντίζουσι τῶν παρόντων, οὐδὲν μὲν σημαίνειν ἄτοπον ὑποληπτέον τὴν μετὰ ψόφου φῦσαν· ἄμεινον δὲ εἶναι καὶ ἐπὶ τούτων ἄνευ ψόφου. πάντως γὰρ ἤτοι πλῆθος ἐνδείκνυται τοῦ φυσώδους πνεύματος ἢ στενοχωρίαν τῶν ὀργάνων, ὅταν δὲ τὸ πνεῦμα μὴ πάνυ πολὺ ᾖ, τὰ δ’ ὄργανα δι’ ὧν ἐκκρίνεται χαλαρὰ τελέως ᾖ· χωρὶς ψόφου τοῖς τοιούτοις ἡ τῆς φύσης ἀπόκρισις γίνεται.
145
Τοὺς δὲ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ τὰ κυρτώματα, ἢν ᾖ νεαρὰ καὶ μὴ σὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξιὼν ξὺν κόπρῳ τε καὶ οὔρῳ καὶ φύσῃ. εἰ δὲ μὴ καὶ αὐτὸς διαπεραιωθείς, ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία.
Κυρτώματα τῶν ὑποχονδρίων ὠνόμασεν ἃ διὰ τῶν ἔμπροσθεν οἰδήματα προσηγόρευσεν. ἔστι δὲ ταῦτα πάντες οἱ παρὰ φύσιν ὄγκοι. χωρὶς μὲν φλεγμονῆς οὗτοι γινόμενοι πνευματώδεις καὶ μάλισθ’ ὅταν ὦσι πρόσφατοι. λύεσθαι δέ φησι βορβορυγμοῦ ἐπιγενομένου κατὰ τὸ ὑποχόνδριον. ὁ γὰρ τοιοῦτος ψόφος οὐ μόνον πνεύματός ἐστι σημεῖον, ἀλλ’ ὑγρῷ συμμιγοῦς καὶ σώματι στερεῷ. ὅταν οὖν ἤτοι διεξέλθῃ κάτω τὸ φυσῶδες τοῦτο πνεῦμα φῦσα γενόμενον ἢ μὴ διεξελθὸν ὑποκαταβῇ κάτω πρός τι τῶν κάτω χωρίον, ἀπαλλάττει τὸ ὑποχόνδριον ἀμφοτέρων τῶν συμπτωμάτων,
146
τῆς τ’ ὀδύνης καὶ τοῦ οἰδήματος. ἔτι δὲ μᾶλλον εἰ καὶ σὺν οὔρῳ καὶ κόπρῳ κενωθείη. καταλείπει γὰρ οὐδὲν ἔτι περιττὸν ἡ τοιαύτη κένωσις ἐν τοῖς ὑποχονδρίοις.
Τὸ δὲ οὖρον ἄριστόν ἐστιν, ὅταν λευκή τε εἴη ἡ ὑπόστασις καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ’ ἂν κριθῇ ἡ νοῦσος. σημαίνει γὰρ ἀσφάλειάν τε καὶ νούσημα ὀλιγοχρόνιον ἔσεσθαι. εἰ δὲ διαλείποι καὶ ποτὲ μὲν καθαρὸν οὐρέοι, ποτὲ δὲ ὑφίστηται τὸ λευκὸν καὶ λεῖον, χρονιωτέρα γίνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής.
Ὥσπερ ὀλίγον ἔμπροσθεν ἔφην, ἐκ μὲν τῶν κατὰ προαίρεσιν ἐνεργειῶν γνωρίζεσθαι μίαν δύναμιν, ὅπως ἔχῃ ῥώμης τε καὶ ἀῤῥωστίας, ἣν τῆς ἄνωθεν ἀρχῆς ἔλεγεν ὑπάρχειν, ἣν ἔδειξα δι’ ἑτέρων ἐν ἐγκεφάλῳ καθιδρυμένην. οὕτω δὴ νῦν ἄλλης δυνάμεως φυσικῆς ὁ Ἱπποκράτης σημεῖα τὰ μὲν ἤδη διῆλθεν, τὰ δὲ καὶ κατὰ τὸν νῦν
147
ἐνεστῶτα λόγον διεξέρχεται· καλεῖται δὲ ἡ δύναμις, περὶ ἦς φημι προκεῖσθαι τὸν λόγον, ἀλλοιωτική τε καὶ πεπτική. τὰ μὲν οὖν τῆς κατὰ γαστέρα δυνάμεως σημεῖα διὰ ὑπερχομένων ὁσημέραι γνωρίζεται, τὰ δὲ τῆς καθ’ ἧπάρ τε καὶ φλέβας ἐκ τῶν οὔρων. ἔστι γὰρ καὶ ἐν τούτοις ἐναργέστατα τὰ σημεῖα τὰ μὲν ἀκριβοῦς πέψεως, τὰ δὲ ἐλλιποῦς, τὰ δὲ καὶ τελέως ἀποτυγχανομένης, ὥσπερ καὶ ἐν τοῖς κατὰ γαστέρα. πρὸς τούτοις ἔξωθεν ὥσπερ ἐκεῖ συνεκκρίνεταί τινα γνωρίσματα διαθέσεων ἑτέρων, οὕτω κἀνταῦθα. τὴν μὲν οὖν ἀρχὴν τῆς διδασκαλίας ὁ Ἱπποκράτης ἀπὸ τῶν τῆς πέψεως γνωρισμάτων ἐποιήσατο, συνάψει δ’ αὐτοῖς ἐφεξῆς τἄλλα. πρῶτον οὖν καὶ ἡμεῖς λέγωμεν ἃ πρῶτον διῆλθεν ἐκεῖνος, ἐν τῇ προκειμένῃ ταύτῃ ῥήσει τὰς ὑποστάσεις τῶν οὔρων σκέπτεσθαι κελεύων, εἰ λευκαὶ καὶ λεῖαι καὶ ὁμαλαὶ πᾶσαι τυγχάνουσιν οὖσαι καὶ μὴ ποτὲ μὲν τοιαῦται, ποτὲ δὲ ἑτεροῖαι. γίνεται γὰρ καὶ τοῦτο συνεχέστατα. καί τις οὐρήσας ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν ἄμεμπτον ἕτερον οὔρησε κατὰ τὴν ἑξῆς νύκτα μεμπτὸν, εἶτ’ αὖθις ἄμεμπτον ἐπὶ τῆς
148
τρίτης ἡμέρας ἕωθεν, εἶθ’ ἑσπέρας μεμπτόν. ἐκ μὲν δὴ τῶν τοιούτων οὔρων ἐμφαίνεται τὸ μέν τι πεττόμενόν τε καὶ κρατούμενον ὑπὸ τῆς φύσεως τῶν ἐν τοῖς ἀγγείοις χυμῶν, τὸ δὲ ἀπεπτούμενον. ἐὰν δὲ μηδαμοῦ παρεμπίπτῃ τῷ πεπεμμένῳ τὸ ἄπεπτον, ἄριστον οὖρόν ἐστι τὸ τοιοῦτον. εἰ μὲν οὖν ὑπόστασιν ἔχει, λευκήν τε εἶναι χρὴ ταύτην καὶ ὁμαλὴν καὶ λείαν διὰ παντὸς τοῦ χρόνου μέχρι λύσεως τοῦ νοσήματος ὁμοίως γινομένην. εἰ δ’ οὐκ ἔχει, πάντως μὲν ἔξει τινὰ νεφέλην λευκὴν, ἐξ ἀνάγκης δὲ καὶ τῇ χροιᾷ συμμέτρως ὠχρὸν ἔσται καὶ τῇ συστάσει μεταξὺ τοῦ λεπτοῦ καὶ ὑδατώδους καὶ τοῦ παχέος, ὁποῖόν ἐστι τὸ τῶν ὑποζυγίων. ἀλλὰ τὰ μὲν οὐδ’ ὅλως ἔχοντα τὰς ὑποστάσεις οὖρα τοῖς λεπτῶς πάνυ διῃτημένοις γίνεται, τὰ δὲ πολλὴν τοῖς ἁδρῶς, τὰ δ’ ὀλίγην τοῖς συμμέτρως. ἔτι δ’ ἐν μὲν τοῖς χολώδεσι νοσήμασιν ἐπὶ τὸ ξανθότερον ῥέπει κατὰ τὴν χρόαν, ἐν δὲ τοῖς ἐξ ὠμῶν χυμῶν γινομένοις ἐπὶ τὸ λευκότερον. ὑπόστασιν δὲ τὰ μὲν ἐπὶ τοῖς ὠμοῖς χυμοῖς ἴσχει
149
δαψιλῆ, τὰ δ’ ἐπὶ τοῖς χολώδεσιν ἢ οὐδ’ ὅλως ἢ παντάπασιν ἐλαχίστην, ἀλλ’ ἱκανόν ἐστιν αὐτοῖς ἐναιώρημα ἔχειν. ὀνομάζω δὲ ἐναιώρημα τὸ παχύτερον μὲν καὶ λευκότερον ἐν οὔρῳ μήτ’ ἐπιπολῆς αὐτοῦ μήτ’ ἐν τῷ πυθμένι τοῦ ἀγγείου, κατὰ δὲ τὴν μεταξὺ χώραν ἐναιωρούμενον ἤτοι μέσον ἀκριβῶς ἢ κάτω μᾶλλον ἢ ἄνω. τὰ μὲν οὖν τοιαῦτα σύνηθές μοι καλεῖν ἐναιωρήματα. πρὸς Ἱπποκράτους γε μὴν καὶ ταῦτα νεφέλαι προσαγορεύονται, τὴν αὐτὴν ἀναλογίαν ἔχουσαι περὶ τὸ οὖρον ἣν αἱ ὄντως νεφέλαι πρὸς τὸν ἀέρα. καὶ γὰρ καὶ ταῦτα τοῦ πέριξ ἑαυτῶν ὑγροῦ παχύτερα κἀκεῖναι τοῦ ἀέρος· πολλάκις οὖν, ὡς ἔφην, ἐφίσταταί τι τοῖς οὔροις ἄνωθεν, ὅπερ ἐγὼ νεφέλην ἰδίως ὀνομάζειν εἴωθα. ταυτὶ μὲν οὖν ἐγνώσθω τέ σοι καὶ μνημονευέσθω πρῶτα, μετὰ δὲ ταῦτα πρόσεχε τὸν νοῦν οἷς ἔγραψεν ὁ Ἱπποκράτης. τὸ γὰρ διὰ παντὸς ὑπόστασιν οἵαν εἴρηκε ποιούμενον οὖρον ἀσφάλειάν τε σημαίνει, τουτέστιν ἀκίνδυνον εἶναι τὸ νόσημα καὶ τελέως λυθησόμενον ὡς μηκέτι ὑποστρέφειν. καὶ πρὸς τούτοις ἔτι ταχεῖαν αὐτοῦ γενέσθαι
150
τὴν λύσιν, ὥστ’ εἰ καὶ κατὰ τὴν πρώτην ἡμέραν ἢ καὶ τὴν ἐχομένην αὐτῇ νύκτα φανὲν ὅμοιον διαμένοι κατά τε τὴν δευτέραν ἡμέραν καὶ νύκτα, τῆς πρώτης περιόδου τῶν κρισίμων ἡμερῶν οὐκ ἂν ἐξωτέρω προέλθοι τὸ νόσημα. λέγει δὲ ταῦτα δηλονότι περὶ τῶν πυρετωδῶν νοσημάτων οὐ τῶν ὅσα γε χωρὶς πυρετῶν ἤτοι κατὰ τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας ἢ κατὰ τὸν θώρακά τε καὶ πνεύμονα συνίσταται δι’ ἄλλων σημείων γνωριζόμενα, εἴτε ἐπιεικῆ τε καὶ ταχυκρίσιμά ἐστιν εἴτε κινδυνώδη τε καὶ χρόνια. διὰ τί δὲ τὴν ὑπόστασιν τῶν οὔρων λευκὴν εἶναι χρὴ ἔμπροσθεν ἐν τῷ περὶ πύου δέδεικται λόγῳ κατὰ τὸ τέλος τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων.
Εἰ δὲ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις αὐτέου ὁμοίη ὑπερύθρη τε καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, σωτήριον δὲ κάρτα.
151
Ὅταν αἵματος ὀῤῥὸς συναπέρχηται τῷ οὔρῳ, φαίνεται μὲν καὶ κατὰ τὴν χρόαν ὑπέρυθρον, ἐνδείκνυται δὲ περιουσίαν αἵματος οὐκ ἀκριβῶς κατειργασμένου· διότι μὲν οὖν τοῦ χρηστοτάτου τῶν χυμῶν ἐστιν ἡ πλεονεξία, διὰ τοῦτο ἀκίνδυνον ὑπάρχει. διότι δὲ ὑγροτέρου τε καὶ ὀῤῥωδεστέρου τούτου ὄντος, διὰ τοῦτο χρῄζει πέψεως. εἴπερ οὖν ἐκ τῶν χρόνων οἱ πεπασμοὶ γίνονται, δεόντως τὸ τοιοῦτο οὖρον χρονιωτέραν ἔσεσθαι παρὰ τὸ πρότερον ἐνδείκνυται τὴν λύσιν τοῦ νοσήματος.
Κριμνώδεες δ’ ἐν τοῖσιν οὔροισιν ὑποστάσιες πονηραὶ, τουτέων δὲ εἰσι κακίους αἱ πεταλώδεες. λεπταὶ δὲ καὶ λευκαὶ κάρτα φλαῦραι, τουτέων δὲ εἰσι κακίους αἱ πιτυρώδεες.
Κρίμνα καλεῖται τὰ τοῖς ἀλφίτοις ἐμφερόμενα τῆς πεφρυγμένης κριθῆς μόρια μεγάλα, διαπεφευγότα δηλονότι τὴν ἐν τῇ μύλῃ κατεργασίαν ἀκριβῆ. τοιαῦτα τοίνυν ὅταν
152
ἐμφέρηται ταῖς ὑποστάσεσι τῶν οὔρων, οὐκ ἀγαθόν ἐστι σημεῖον. ἐν μὲν γὰρ τοῖς ἀλφίτοις τὸ μὴ καταθραυσθὲν εἰς ἄκρως λεπτὰ μόρια γίνεται κρίμνον, ἐν δὲ τοῖς οὔροις οὐ δήπου τῶν σιτίων τι συναναδοθὲν ἔμεινεν ἔτι σκληρὸν, ἀλλ’ ἐξ ὑπεροπτήσεως αἵματος παχέος ἢ συντηκομένων ἀνωμάλως τῶν σαρκῶν γίνεται ταῦτα. τὸ δὲ ἀνωμάλως ἐστὶν, ὅταν ὑπὸ πυρετώδους θερμασίας ὅσον μὲν ἁπαλόν τέ ἐστι καὶ νεοπαγὲς τῆς σαρκὸς, εἰς ἰχῶρα ἀναλυθῇ, τὸ σκληρὸν δὲ τοῖς πεφρυγμένοις ὑπὸ ταγήνου παραπλησίως συστῇ ξηρανθέν. πρῶτον μὲν γὰρ ἡ νέα καὶ ἁπαλὴ πιμελὴ τήκεται κατὰ τοὺς τοιούτους πυρετοὺς, εἶθ’ ἡ σκληροτέρα καὶ παλαιοτέρα, καὶ μετὰ ταύτην αἱ νέαι καὶ ἁπαλαὶ σάρκες, εἶθ’ αἱ σκληραὶ καὶ παλαιαὶ, καὶ τούτων ἐφεξῆς ἤδη τὰ στερεὰ μόρια τοῦ σώματος, ὧν πάλιν ἀνωμάλως συντηκομένων πεταλώδη μόρια τοῖς οὔροις συνεκκρίνεται. διὸ καὶ χείρω τὰ τοιαῦτά ἐστιν οὖρα τῶν τὰ κριμνώδη μόνον ἐχόντων. ἕτεραι δ’ εἰσὶν ὑποστάσεις λεπταὶ, τουτέστιν οὐκ ἔχουσαι πάχος, ἀλλ’ ὡς ἂν εἴποι τις ἀφρῷ παραπλήσιαι.
153
εὐθέως δ’ εἰσὶν αἱ τοιαῦται καὶ λευκαὶ, διότι δέχονται δι’ ὅλων ἑαυτῶν τὴν τοῦ περιέχοντος αὐγὴν μᾶλλον τῶν παχέων. ἡ γένεσις δ’ αὐταῖς ἐκ φυσώδους πνεύματος ἀναμεμιγμένου δυσλύτως ἡμιπέπτῳ περιττώματι χυμῶν. ἴδιον γάρ ἐστιν αὐτῶν τῶν τελέως πεπεμμένων ὃ καλεῖν εἴωθα ὁμαλὲς. γίνεται δὲ τὸ τοιοῦτον, ὅταν ὁμοιομερὲς ὑπάρχει πᾶν, ὡς τό γε μεμιγμένον ἑτεροίῳ σώματι διάφορα τὰ μόρια κατά τε τὴν σύστασιν ἔχει καὶ τὴν χρόαν. αὐτῶν δὲ τῶν ἀνωμάλων τὰ κατὰ σμικρὰ μόρια τῶν κατὰ μεγάλα τὴν ἀνωμαλίαν ἐχόντων ἐστὶ χείρω. τὰ μὲν γὰρ κατὰ μεγάλα μεγάλην τινὰ ῥώμην τῆς φύσεως ἐνδείκνυται, τοσαύτην ὅσον πέρ ἐστι τὸ μέγεθος τῆς οὐσίας ἀκριβῶς κατειργασμένης, τὰ δὲ κατὰ σμικρὰ νικᾶσθαι πρὸς τῆς ὅλης τὴν δύναμιν ἐμφάνει καὶ οἷον μάχην τινὰ ἔχειν ἐν αὐταῖς ἰσοσθενῆ. τοῦτο μὲν δὴ κοινὸν ἐπὶ πάντων ἐστὶ τῶν ἀνωμάλων. αἱ δὲ κατὰ μέρος ἐν αὐταῖς διαφοραὶ παρά τε τὴν τοῦ πεφθέντος ἀρετὴν γίνονται καὶ τὴν κακίαν τοῦ μὴ
154
πεφθέντος. ἐπὶ δὲ ταῖς εἰρημέναις οὖν τρισὶ διαφοραῖς τῶν ὑποστάσεων ἄλλην τετάρτην λέγει τὴν πιτυρώδη χείρω τῆς τρίτης, ὡς ἂν καὶ αὐτὴν ἐνδεικνυμένην ὁμοίως τῇ τε πρώτῃ καὶ τῇ δευτέρᾳ τὴν θερμασίαν τοῦ πυρετοῦ φλογώδη καὶ συντηκτικὴν, ἣν οὐκ ἐχρῆν τετάρτην, ἀλλὰ τρίτην γεγράφθαι.