In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρὰ πᾶν εἴη τὸ ὑποχόνδριον· εἰ δὲ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπ’ ἀριστερά.

Οἴδημα μὲν οὗν εἴωθε καλεῖν τὸν παρὰ φύσιν ὄγκον ἅπαντα τῶν νεωτέρων ἰατρῶν ἕνα μόνον οὕτως ὀνομαζόντων ὄγκον, ὃς ἐν τῷ πιέζειν ἀνώδυνός τε καὶ μαλακὸς ᾖ. ἣν δὲ πάλιν ἰδίως ὀνομάζουσι φλεγμονὴν οἱ νεώτεροι, ταύτην Ἱπποκράτης συνθέτῳ λέξει σκληρὸν καὶ ἐπώδυνον οἴδημα καλεῖ. τὸ γὰρ τῆς φλεγμονῆς ὄνομα κατὰ τῆς φλογώσεως

92
ἔλεγεν. εὔδηλον δ’ ὅτι ἡ τοιαύτη διάθεσις ἐν ὑποχονδρίῳ γινομένη χείρων μέν ἐστιν ἐν τοῖς δεξιοῖς διὰ τὸ ἧπαρ, ἐπιεικεστέρα δὲ ἡ ἐν τοῖς ἀριστεροῖς διὰ τὸν σπλῆνα, χειρίστη δὲ ἡ ἐν ἀμφοτέροις ἅμα γινομένη.

Σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθαι.

Τὰ εἰρημένα καθ’ ὑποχόνδριον οἰδήματα σκληρὰ καὶ ἐπώδυνα, τὰ πρὸς τῶν νεωτέρων ἰατρῶν ἰδίως ὀνομαζόμενα φλεγμονὰς κίνδυνόν φησι σημαίνειν θανάτου ταχέως ἐσομένου. τοῦτο δὲ, ἐὰν μὴ καὶ τῶν ἔνδον τι συνεπεπόνθοι, ψεῦδός ἐστι. τὰ δ’ ἔνδον ἴσμεν ὅτι τό θ’ ἧπάρ ἐστι καὶ ἡ γαστὴρ καὶ ὁ σπλὴν καὶ τὸ περιτόναιον, ὡς οἵ γε μύες οἱ καθ’ ὑποχόνδριον φλεγμήναντες οὐχ ἱκανοὶ θάνατον ἐπενεγκεῖν, εἰ μή τι ἄρα ποτὲ σπανίως ἤτοι διὰ μέγεθος ὑπερβαλλούσης φλεγμονῆς ἢ δι’ ἀῤῥωστίαν δυνάμεως ἢ καὶ

93
τῶν ἰατρῶν κακῶς θεραπευόντων ἢ τοῦ κάμνοντος ἁμαρτάνοντος. συγκεχυμένως οὖν καὶ ἀδιορίστως ταύτην τὴν ῥῆσιν ἔγραψεν.

Ἤν δὲ ὑπερβάλλῃ εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται.

Ἄπαντες οἱ παρὰ φύσιν ὄγκοι διαφορουμένων τῶν ἐργαζομένων αὐτοὺς χυμῶν θεραπεύονται καὶ καθίστανται. πρόδηλον οὖν ὡς ἐπειδὰν μὴ καθιστῶνται, διαμένουσιν οἱ χυμοὶ καὶ πάντως ἐν τῷ χρόνῳ μεταβολή τις ἔσται αὐτῶν κατὰ ποιότητα, ποτὲ μὲν ἐπὶ τὸ σηπεδονῶδες, ὅταν ὡς ἐν νεκρῷ σώματι μηδὲν εἰς τὴν πέψιν αὐτῶν ἡ φύσις ὑπ’ ἀῤῥωστίας ἐνεργῇ, ποτὲ δὲ ἐκείνης ἰσχυούσης εἰς πῦον ἡ μεταβολὴ γίνεται. δεόντως οὖν εἶπεν ὁ Ἱπποκράτης, ἐὰν μήτε καθίστηται τὰ φλεγμαίνοντα καὶ ὁ πυρετὸς ἔχῃ αὐτὰ, εἰς διαπύησιν τρέπεται. παυσαμένου γὰρ τοῦ πυρετοῦ,

94
σκοπεῖσθαι χρὴ μή τις σκιῤῥώδης φλεγμονὴ γίνηται. πολλάκις γὰρ εἴωθεν οὕτω συμβαίνειν, ὅταν τῶν ἐργασαμένων αὐτὴν χυμῶν τὸ μὲν λεπτομερέστερον διαπνευσθῇ, τὸ δὲ παχὺ ἔτι καὶ γλίσχρον ἐν αὐταῖς ἐμπλασθῇ ταῖς κατὰ λεπτὸν εὐρυχωρίαις τῶν οὕτω παθόντων σωμάτων. διὰ τί δὲ τὴν εἰκοστὴν ἡμέραν ὅρον ἔθετο τῆς τῶν τοιούτων ἀποστημάτων ἐκπυήσεως ἐν τῷ περὶ τῶν κρισίμων ἡμερῶν ἐροῦμεν λόγῳ κατὰ τὸ δεύτερον ὑπόμνημα.

Γίνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῥῆξις ἐκ τῶν ῥινῶν καὶ κάρτα ὠφελέει, ἀλλ’ ἐπανερωτᾷν χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυώττουσιν, ἢν γάρ τι τουτέων εἴη, ἐνταῦθα ἂν ῥέποι.

Ὅτι τῶν καθ’ ὑποχόνδριον φλεγμονῶν ἀδιορίστως ἐμνημόνευσε καὶ διὰ τῆσδε τῆς ῥήσεως φαίνεται διοριζόμενος αὐτός. αἱμοῤῥαγίας τε γὰρ ἐπ’ αὐτῶν γίνεσθαί φησιν ἐκ

95
ῥινῶν, ὠφελεῖσθαί τε πάνυ πρὸς αὐτῶν, ὅπερ ἐπὶ τῶν καθ’ ἧπάρ τε καὶ σπλῆνα φλεγμονῶν συμβαίνει μάλιστα, περὶ ὧν ἀλλαχοῦ καὶ τὸ κατ’ ἴξιν αἱμοῤῥαγεῖν ἐπαινεῖ καὶ τὸ ἀνάπαλιν δὲ μέμφεται διδάσκων αὐτὸς, τί δή ποτε λέγει τὸ ἀνάπαλιν, οἷον τὸ ἐπὶ σπληνὶ μεγάλῳ αἷμα ἐκ δεξιοῦ μυκτῆρος ῥέειν. αἱμοῤῥαγίας ἐν τῇ πρώτῃ περιόδῳ γίνεσθαί φησι, τῶν κρισίμων ἡμερῶν δηλονότι, καὶ γέγραπται διττῶς ἡ λέξις, ἑνικῶς τε καὶ πληθυντικῶς· ἑνικῶς μὲν ἐν τῇ πρώτῃ περιόδῳ, πληθυντικῶς δὲ ἐν τῇσι πρώτῃσι περιόδοισιν. εἰ μὲν οὖν ἑνικῶς εἴη γεγραμμένον, ἑβδομαδικὴν ἐνδείκνυται περίοδον, εἰ δὲ πληθυντικῶς, ἐγχωρεῖ μὲν καὶ τὴν ἑβδομαδικήν. ἐνίοις γὰρ αἱμοῤῥαγία κατὰ τὴν δευτέραν ἑβδομάδα γίνεται, μᾶλλον δ’ ἀκουστέον ἐστὶ τὰς κατὰ τετράδα περιόδους ἐν τῇ τοιαύτῃ γραφῇ. οἱ πλεῖστοι μὲν γὰρ αἱμοῤῥαγοῦσιν ἐν ταῖς πρώταις ἡμέραις ἑπτὰ, κατὰ δὲ τὴν ἐνάτην καὶ ἑνδεκάτην ὀλίγοι. σπανιώτατοι δὲ οἱ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ. τῆς δ’ ἄνω ῥοπῆς τῶν χυμῶν, ἐφ’ ᾖ 
96
τὰς αἱμοῤῥαγίας γίνεσθαι συμβαίνει, προστίθησι σημεῖα τό τε κεφαλὴν ἀλγεῖν καὶ τὸ ἀμβλυώττειν. ἀλλ’ ἐν τοῖς ἑξῆς τελεώτερον ὑπὲρ αὐτῶν διεξέρχεται, καθ’ ὃν τόπον καὶ ἡμεῖς ὅλον ἐξεργασόμεθα τὸν περὶ αἱμοῤῥαγίας λόγον.

Μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων τὴν τοῦ αἵματος ῥῆξιν χρὴ προσδέχεσθαι, τοῖς δὲ γεραιοτέροις τὴν ἐκπύησιν.

Τὸν ἀπὸ τῆς ἡλικίας διορισμὸν εἰς τὴν τῆς αἱμοῤῥαγίας πρόγνωσιν διδάσκει· μᾶλλον γὰρ ἐλπίζειν ἔσεσθαι χρὴ τὴν αἱμοῤῥαγίαν ἐπὶ τῶν νεωτέρων πέντε καὶ τριάκοντα ἐτέων, ἐν ταύτῃ τε γὰρ αἷμά τε πλεῖστόν ἐστι καὶ ἡ δύναμις ἰσχυροτάτη καὶ ἡ θερμασία δαψιλής.

97
Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα καὶ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται καὶ ἧσσον ἐκείνων δεινότερά ἐστι.

Ταῦτά ἐστιν ἃ καλοῦσιν ἰδίως οἱ νεώτεροι τῶν ἰατρῶν οἰδήματα, περὶ ὧν ἐνίοτε μὲν ἀρκοῦνται λέγοντες οἱ παλαιοὶ, τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων, ἐνίοτε δὲ καὶ τὰ ἀνώδυνα προστιθέασιν. ὁπότε γε μὴν αὐτὸ παραλίποιεν, ὡς συνεκφαινόμενον τοῖς μαλθακοῖς ὑπερβαίνουσιν, ἀνώδυνα γάρ ἐστι τὰ μαλθακά. νῦν δ’ ὁ Ἱπποκράτης οὐ τοῦτο προσέθηκε μόνον, ἀλλὰ καὶ τὰ ὑπείκοντα καὶ αὐτὸ περιέχεσθαι δοκοῦν ἐν τῷ μαλθακά. πλὴν εἰ τὰ βοθρούμενα κατὰ τὴν πίεσιν ἐνδείκνυται νῦν, ὅπερ οὐχ ἁπλῶς ἅπασι συμβέβηκε τοῖς εἴκουσι, γίνεται δὲ ταῦτα τοῦ δέρματος οἰδισκομένου. διότι δέ ἐστι φλεγματικὰ πάντα τὰ τοιαῦτα, διὰ τοῦτο καὶ χρονίζει καὶ ἧττον ἐπιφέρει κινδύνους. χρονίζει μὲν οὖν ὅτι ψυχρότερα, θερμῷ γὰρ αἱ πέψεις γίνονται. ἧττον δέ

98
ἐστι κινδυνώδη, διότι καὶ ἀνώδυνα. καταλύουσι γὰρ αἱ ὀδύναι τὴν δύναμιν.

Ἢν δὲ ὑπερβάλλοι τὰς ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἔμπυον ἔσεσθαι σημαίνει καὶ τοῦτο καὶ τῷ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τὸ ὠυτό.

Ἔμπροσθεν μὲν ἐπὶ τῶν φλεγμονωδῶν οἰδημάτων ὡς ἂν θερμοτέρων ὄντων, εἰ μήθ’ ὁ πυρετὸς παύοιτο μετὰ τὴν εἰκοστὴν ἡμέραν, ἔφη τὰς ἐκπυήσεις ἔσεσθαι· νυνὶ δὲ περὶ τῶν ψυχροτέρων τὴν ἑξηκοστὴν ὅρον τίθεται τῆς ἐκπυήσεως. εἴη δ’ ἂν καὶ ἕτερά τινα μεταξὺ τούτων, τὴν τεσσαρακοστὴν ἡμέραν ὅρον ἔχοντα. τόν γε μὴν σύμπαντα λόγον ὑπὲρ τῶν τοιούτων ἁπάντων εἰς τὸν περὶ τῶν κρισίμων ἡμερῶν τόπον ἀνεβαλλόμην, οὐ μόνον δὲ τὰ καθ’ ὑποχόνδριον οἰδήματα χρονίζοντα διαπυήσειν φησὶν, ἀλλὰ καὶ

99
τὰ κατὰ τὴν ἄλλην κοιλίαν, ὡς καὶ τῶν ὑποχονδρίων κατά τι σημαινόμενον ἐκ τῶν τῆς κοιλίας μερῶν ὄντων.

Ὁκόσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ οἰδήματα καὶ μεγάλα σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθαι. ὁκόσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα ὑπείκει, χρονιώτερα ἐκείνων.

Πλεῖον οὐδὲν ἐν τῇδε τῇ ῥήσει διδάσκει τῶν προειρημένων, πλὴν ὅτι προσέθηκε τοῖς ἐπωδύνοις τε καὶ σκληροῖς οἰδήμασι τὸ μέγεθος. ὅπερ ἡμεῖς ἔμπροσθεν εἰρήκαμεν, ἡνίκα ἐλέγομεν οὐδὲν ἔχειν κινδυνῶδες τὰς τῶν ἐν ὑποχονδρίῳ φλεγμονὰς μυῶν, εἰ μή τι πάνυ σφόδρα μεγάλαι γενηθεῖεν.

100
Τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς ἀποπύησιν τρέπεται.

Τῶν μὴ διαφορηθέντων οἰδημάτων ἐκπυήσεις οὐ μόνον θᾶσσον, ἀλλὰ καὶ μᾶλλον γίνονται κατὰ τὸ ὑποχόνδριον, ὅτι θερμότερόν ἐστι τὸ χωρίον. ὅσα δ’ ἂν ἀποχωρῇ τοῦδε πρὸς τὰ κάτω καὶ τοῦ θᾶττον καὶ τοῦ μᾶλλον ὑφαιρεῖ. καὶ διὰ τοῦτο τὸ κάτω τοῦ ὀμφαλοῦ σπανίως ἐκπυΐσκεται.

Αἵματος δὲ ῥῆξιν μάλιστα τῶν ἀνωτάτω τόπων προσδέχεσθαι χρή.

Ἐν ἐνίοις μὲν ἀντιγράφοις ἡ ῥῆσις γέγραπται μετὰ τοῦ καὶ συνδέσμου. συνεπιδείκνυται δὲ τὴν ἐκ τῶν ῥινῶν αἱμοῤῥαγίαν οὐ μόνον ἐπὶ τοῖς ὑποχονδρίοις, ἀλλὰ 

101
καὶ τοῖς κατωτέρω γενέσθαι. ἐνίοις δ’ ἄνευ τοῦ καί συνδέσμου. ἐνδείκνυται μὲν καὶ τούτοις, ἀλλ’ ἧττον. ἀλλ’ ἐνίοις μὲν χωρὶς τοῦ μάλιστα κατὰ τοιάνδε λέξιν· αἵματος δὲ ῥῆξιν τῶν ἀνωτάτω τόπων προσδέχεσθαι χρή. τὰ κάτωθεν ἐκείνων οὐ βούλεται φέρειν αἱμοῤῥαγίας. ἔστι δὲ τὸ ἀληθὲς ἐπὶ μὲν τῶν κατὰ τὸν ὀμφαλὸν γίνεσθαι τὰς αἱμοῤῥαγίας, αὐτῶν δὲ τούτων ἐπὶ μὲν τοῖς ἄνω μᾶλλον, ἐπὶ δὲ τοῖς ἀνωτάτω μάλιστα. λεχθήσεται δὲ καὶ περὶ αἱμοῤῥαγίας αὐτῷ κἀπὶ τῶν ἑξῆς, ἡνίκα καὶ ἡμεῖς ἀναλαβόντες ὅλον τὸν λόγον ἐροῦμεν τελεώτερον.

Ἁπάντων δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων τῶν περὶ ταῦτα τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσιας.

Ἑνὶ κεφαλαίῳ περιλαβὼν εἴρηκεν ἃ καὶ διὰ τῶν ἔμπροσθεν

102
ἐδήλωσε κατὰ μέρος, ὥστε οὐδὲν δεῖν νεωτέρας ἐξηγήσεως τῇ ῥήσει.

Τὰ δὲ διαπυήματα ὧδε χρὴ σκέπτεσθαι τὰ ἐντεῦθεν. ὁκόσα μὲν ἔξω τρέπεται ἄριστά ἐστιν, μικρά τε ἐόντα καὶ ὡς μάλιστα ἐκκλίνοντα ἔξω καὶ ἐς ὀξὺ ἀποκυρτούμενα. τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα καὶ ἥκιστα ἐς ὀξὺ ἀποκορυφούμενα κάκιστα.

Ὅτι μὲν οὖν ὅταν ἀθρόον τὸ πῦον συστῇ, πεττομένου τινὸς ὄγκου τῶν παρὰ φύσιν ἐμπυήματά τε καὶ διαπυήματα καλεῖ τὸ τοιοῦτον σύμπτωμα, πρόδηλόν σοι γενήσεται, πάντα τοῦτον ἀναγνόντι τὸν λόγον αὐτοῦ, καθ’ ὃν περὶ τῶν ἐν ὑποχονδρίοις οἰδημάτων ἐποιήσατο τὴν διδασκαλίαν. ἀθροίζεται δὲ τὸ καθ’ αὑτὸ πῦον ἐνίοτε μὲν ὑπὸ τῷ δέρματι, πολλάκις δὲ τῷ βάθει κατὰ διττὴν αἰτίαν· ἢ τῷ τὸ διαπυῆσαν μόριον ἐντὸς τοῦ περιτοναίου τὴν διάθεσιν ἔχειν

103
ἢ τῷ κἂν μῦς ὁ πεπονθὼς ᾖ, τὸ πῦον ὑπό τι τῶν ἀμφιεσμάτων αὐτοῦ καταλαμβάνεσθαι, μὴ φθάσαν εἰς τὴν ἐκτὸς χώραν ἀφικέσθαι διὰ γλισχρότητα ἢ πάχος ἢ τὴν τοῦ περιέχοντος χιτῶνος πυκνότητα. σπεύδει μὲν γὰρ ἡ φύσις ἐκκρῖναι τὸ πῦον ἀπωσαμένη τῶν πεπονθότων σωμάτων· καὶ τυγχάνει τούτου πολλάκις, ὅταν εὐτυχήσῃ πόρων ἐπιτηδείων εἰς ἔκκρισιν, οἷον ὀχετῶν τινων. οὐ μὴν ἀεί γε τούτων ἐπιτυγχάνουσα συνωθεῖ τὸ πῦον εἰς τὰς παρακειμένας χώρας, καὶ ὅταν μικραὶ τυγχάνωσιν οὖσαι, ὑποδέρει τὸ περιέχον αὐτὰς σκέπασμα, τὴν ὑπ’ αὐτὸ χώραν εὐρύνουσα. δῆλον οὖν ὅτι τῶν οὕτω διαπυησάντων ἐπιεικέστερά ἐστι τὰ τὴν ῥοπὴν ἔξω καὶ οὐκ ἔσω ποιησάμενα καὶ τούτων αὐτῶν ὅσα μὴ πολὺν ἐπιλαμβάνει τόπον εἰς τὸ πλάτος ἐκτεινόμενα· συνεσταλμένα δὲ, ὅταν πρός τινα κορυφὴν ἀνατείνηται κωνοειδῆ τῷ σχήματι γινόμενα. ταῦτα δὲ ἅμα μὲν ἐνδείκνυται ῥώμην τῆς ὠθούσης ἔξω τὸ πῦον δυνάμεως, ἅμα δὲ οὐ πολὺ διαφθείρει μέρος ὧν διαβιβρώσκει σωμάτων. εἴτε δ’ εἰς ὀξὺ ἀποκυρτούμενα εἴτ’ εἰς ὀξὺ ἀποκορυφούμενα
104
γεγραμμένον εἴη, δῆλον ὅτι μία κατ’ ἀμφοτέρας τὰς λέξεις ἐστὶ καὶ ἡ αὐτὴ διάνοια.

Ὁκόσα δὲ εἴσω ῥήγνυται ἄριστά ἐστιν ἃ μηδὲν τῷ ἔξω χωρίῳ ἐπικοινωνέει, ἀλλ’ ἔστι προσεσταλμένα καὶ ἀνώδυνα καὶ πᾶν τὸ ἔξω χωρίον ὁμόχροον φαίνεται.

Οὐχ ἁπλῶς ἐστιν ἄριστα τὰ τοιαῦτα τῶν ἐμπυημάτων, ἀλλὰ τῶν εἴσω ῥηγνυμένων ἄριστα, ἐπεί τοι χείρω ταῦτά ἐστι τῶν ἐκτὸς ῥηγνυμένων. αὕτη τε γὰρ ἡ ῥῆξις εἰς πολλῷ κυριώτερα μέρη γίνεται τοῦ καθ’ ὑποχόνδριον δέρματος, ἔτι τε φάρμακον οὐχ ὁμοίως ἐπιθεῖναι δυνάμεθα θεραπευτικὸν, ὅταν εἴσω συῤῥαγῶσιν, ἥ τ’ ἔκκρισις τοῦ πύου διὰ τῶν ἐντέρων γινομένη δάκνει καὶ ξύει ταῦτα καὶ δυσεντερίαν ἐργάζεται καὶ εἴ ποτε κατὰ τὴν νῆστιν ἢ τὰ λεπτὰ τῶν ἐντέρων γένοιτο, τῇ τῆς τροφῆς ἀναδόσει λυμαίνεται, κατὰ δὲ

105
τὴν γαστέρα καὶ τῇ πέψει. πρόδηλον οὖν ὡς χείριστα πάντων ἐστὶν ὅσα πρὸς ἀμφοτέρους ἐῤῥάγη τοὺς τόπους, ἔσω τε καὶ ἔξω· διπλασιάζεται γὰρ οὕτω τὸ κακόν. ἕδραν τε γὰρ καὶ οἷον ἀρχὴν ἀναθρέψεως οὐδεμίαν ἡ φύσις ἔχει τότε τοῦ περιποιήσασθαι τοῖς ἐῤῥωγόσιν, οὐδ’ οἷον ἐπ’ ἐδάφει τινὶ, βέβαια θεμέλια βάλλεσθαι τῆς σαρκώσεως.

Τὸ δὲ πῦον ἄριστον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον καὶ ὡς ἥκιστα δυσῶδες, τὸ δὲ ἐναντιώτατον τουτέου κάκιστον.

Ὅτι μὲν ὡς ἥκιστα δυσῶδες εἶναι προσήκει τὸ πῦον ἄντικρυς δῆλον. ἡ γὰρ ὑπερβάλλουσα δυσωδία σήψεώς ἐστιν, οὐ πέψεως σημεῖον. ὅτι δὲ καὶ λευκὸν, ἐὰν μὲν τὴν γένεσιν αὐτοῦ μάθοις, ἐπιστήσει σε ὁ λόγος ἐπὶ τοῖς προαποδεδειγμένοις ἑτέρωθι. ἅπαντα γὰρ ἐν ἅπασιν ἀποδεικνύειν ἀδολεσχίας ἐστὶ μᾶλλον ἢ διδασκαλίας ἴδιον. ἔστι δὲ τὰ 

106
δι’ ἑτέρων πραγματειῶν ἀποδεδειγμένα ταυτί. κατὰ μὲν γὰρ τὴν περὶ τῶν φυσικῶν δυνάμεων βίβλον, ὅτι μία τίς ἐστιν αὐτῶν καὶ ἀλλοιωτικὴ δύναμις, ἥτις καὶ τὴν ἐν γαστρὶ καὶ τὴν ἐν ἥπατι ἐργάζεται πέψιν, μεταβαλλομένης τῆς τροφῆς, ἐν ἥπατι μὲν εἰς αἷμα, κατὰ δὲ τὴν κοιλίαν εἰς ἐπιτήδειον αἵματι χυμὸν, ὅτι τε τῶν τοῦ ζώου μορίων ἕκαστον εἰς τὴν ἑαυτοῦ φύσιν ἄγει τὸν αὐτῷ πλησιάζοντα χυμόν. ἡ γὰρ ἐσχάτη πέψις ἐν τῷ προστίθεσθαί τε καὶ ἐξομοιοῦσθαι τὸ τρέφον τῷ τρεφομένῳ γίνεται. δῆλον οὖν ὅτι προπαρασκευάζεται χρόνῳ πλείονι πρὸς ταύτην τὴν ὁμοίωσιν. ἐλέχθη δὲ καὶ ἐν τοῖς περὶ σπέρματος ὡς ἐν τοῖς τῶν ἀγγείων χιτῶσιν, ὑφ’ ὧν οἱ ὄρχεις τρέφονται, πολλάκις φαίνεται ἐναργῶς προμεταβεβλημένον ἤδη τὸ αἷμα πρὸς τὴν τοῦ σπέρματος γένεσιν. οὐ γὰρ οὐδ’ αὐτοὺς τῶν ἀγγείων τοὺς χιτῶνας εἰκὸς ὑπ’ ἄλλου τινὸς τρέφεσθαι καὶ καλοῦσιν ἔνιοι τῶν ἰατρῶν τοιαύτην ὑγρότητα θορώδη. διὸ καὶ τὸ σπέρμα αὐτὸ θορὸν ὀνομάζουσι καὶ μάλιστα ὅσοι τὴν δύναμιν αὐτοῦ σπέρμα καλοῦσιν, οὐ τὴν σωματικὴν οὐσίαν.
107
ἀλλὰ μὴν καὶ ὅτι τὰς φλεγμονὰς ἐργάζεται τὸ κατασκῆψαν αἷμα τοῖς φλεγμήνασι μορίοις, ὡς ἐν ἀρχῇ μὲν αὐτὰ μόνα τὰ ἀγγεῖα πληρῶσαί τε καὶ διατεῖναι· μετὰ ταῦτα δὲ καὶ τὰς παρακειμένας αὐτοῖς κενὰς χώρας, πολλὰς καὶ μικρὰς οὔσας καθ’ ἕκαστον μόριον, ἐν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων δέδεικται. λέλεκται δὲ κἀν τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας. τοῦτο γοῦν τὸ αἷμα κατὰ μικρὰ μόρια παρεσπαρμένον τοῖς φλεγμαίνουσι μορίοις, ὡς ἂν ἔξω τῶν ἰδίων ἀγγείων γεγενημένον, ἐπανελθεῖν μὲν εἰς τὴν ἀρχαίαν φύσιν οὐκέτι δύναται. μεταβάλλεται δὲ καὶ σήπεται, καθότι καὶ πάνθ’ ὅσα θερμαίνεται σφοδρότερον ἐν ἀλλοτρίῳ χωρίῳ. ἐὰν μὲν οὖν ἐπὶ πλεῖστον ᾖ ἐξεστηκὸς τῆς οἰκείας εὐκρασίας τὸ ἔμφυτον θερμὸν, ὡς ἐν ἀψύχῳ σώματι σήπεται τὸ αἷμα. διασώζοντος δ’ αὐτοῦ τινα δύναμιν, ἐπίμικτός τις αὐτοῦ ἡ μεταβολὴ πρός τε τῆς παρὰ φύσιν αἰτίας καὶ τῆς κατὰ φύσιν ἀποτελεῖται. σηπούσης μὲν τῆς παρὰ φύσιν αἰτίας, πεττούσης δὲ τῆς κατὰ φύσιν. ὁποτέρα δ’ αὐτῶν
108
μᾶλλον κρατήσει, κατ’ ἐκείνην αὐτὴν ἐξ ἀνάγκης καὶ τὰ γνωρίσματα προσέρχεται, τά τε τῆς χρόας καὶ ὀδμῆς καὶ συστάσεως. ἐκ δὲ τούτων, ὡς ἔφην, ἀποδεδειγμένων ἐν ἑτέραις πραγματείαις ἀκόλουθόν ἐστι συλλογίσασθαι τὸ καλῶς μεταβεβλημένον εἰς πῦον αἷμα. πρῶτον μὲν μὴ σεσῆφθαι, μᾶλλον δὲ πεπέφθαι, δεύτερον δὲ συνεμφαίνεσθαι μέν τι τῆς παρὰ φύσιν ἐν αὐτῷ σηπεδόνος, ὀλίγον δ’ εἶναι τοῦτο καὶ, καθάπερ Ἱπποκράτης εἶπεν, ὡς ἥκιστα δυσῶδες. τὸ γὰρ ὡς ἥκιστα ταὐτὸν σημαίνει τῷ ὡς ἐλάχιστα· πρὸς τούτοις δηλονότι καὶ τὴν χρόαν αὐτοῦ παραπλησίαν εἰκός ἐστι γίνεσθαι τῷ σπέρματι, λευκὴν μὲν, οὐ μὴν ἀκριβῶς γε τοιαύτην ὁποία τῆς χιόνος ἐστίν. εἰς γὰρ τὴν τῶν στερεῶν σωμάτων ἄγεται χρόαν ὑπὸ τῆς φύσεως ἀκριβῶς μὲν τὸ σπέρμα, μετρίως δὲ τὸ πῦον, ἐπειδὴ τῷ μὲν σπέρματι τῆς παρὰ φύσιν αἰτίας οὐδὲν μέμικται, τῷ πύῳ δ’ οὐκ ἀεὶ μὲν ἴσον, ὡς ἐῤῥέθη, μέμικται δ’ οὖν τι πάντως, ἔξω τῶν οἰκείων ὀργάνων γενομένου τοῦ αἵματος. αὕτη μὲν οὖν ἡ αἰτία
109
τοῦ λευκὸν γίνεσθαι τὸ σπέρμα καὶ τὸ πῦον. ὁμοιοῦται γάρ πως τοῖς στερεοῖς σώμασι καὶ τὸ πῦον, ἅπερ ἐστὶν οἵ τε τῶν ἀγγείων χιτῶνες καὶ τὰ νεῦρα καὶ οἱ σύνδεσμοι καὶ οἱ ὑμένες, οἵ τε χόνδροι καὶ τὰ ὀστᾶ. ἡ δ’ αὐτὴ καὶ τοῦ τὸ ὑφιστάμενον ἐν τοῖς οὔροις λευκὸν ὑπάρχειν αἰτία. καὶ γὰρ καὶ τοῦτο τῷ πύῳ τὴν γένεσιν ἀνάλογον ἔχει, μεταξὺ τεταγμένην ἐκείνου τε καὶ τῶν κατὰ φύσιν χυμῶν. ὅσον γὰρ τῆς τροφῆς ἐν τῇ τοῦ αἵματος γενέσει τὴν ἀπὸ τῆς φύσεως ἐνέργειαν ἐξέφυγε, τοῖς οὔροις ὑφίσταται, οὔθ’ ὡς τὸ αἷμα μεταβληθὲν ὑπ’ αὐτῆς οὔθ’ ὡς τὸ πῦον τῆς παρὰ φύσιν αἰτίας ἐν τῇ γενέσει μεταλαβόν.