In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἐνθέρμῳ βρωθὲν, ἔνδοθεν ψύξις, ἔξωθεν πόνος, ἡλίῳ, πυρὶ, ἐσθῆτι, ἐν ὥρῃ θερινῇ, τῷ δὲ ἐναντίῳ ὡς ἐναντίως.

Τῷ ἐνθέρμῳ φύσει ψύξιν φησὶ καὶ ποτὸν ὕδωρ συμφέρειν καὶ πρὸς τούτοις ἐλινύειν, ὅπερ ἐστὶν ἀπέχεσθαι σφοδρῶν γυμνασίων. πῶς οὖν νῦν κελεύει γυμνάζεσθαι, ὥς τινες ἐξηγοῦνται; πῶς δ’ ἐν ἡλίῳ καὶ πυρὶ θερμαίνεσθαι; λουτρὰ μὲν γὰρ ἐδείχθη ψύχοντα τὰς τοιαύτας κράσεις, ἀπολύσει μὲν τοῦ καπνώδους καὶ λιγνυώδους, ὃ ταῖς θερμαῖς κράσεσι συμβαίνει γεννᾷν, ὑγρότητι δὲ ψυχούσῃ τὰ στερεὰ διαβρέχοντα. πῦρ δὲ καὶ ἥλιος θερμαίνει καὶ τούτοις

308
ὁμοίως ἐσθής τε καὶ ὥρα θερινή. λέγει δ’ οὖν ἐν τοῖς ἀφορισμοῖς ὧδε· κατὰ μὲν τὰς ὥρας τοῦ ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τούτων ἐχόμενοι τῇσιν ἡλικίῃσιν ἄριστα διάγουσι καὶ ὑγιαίνουσι μάλιστα. τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες, τὸ δὲ λοιπὸν καὶ τοῦ χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσιν. εἴπερ οὖν ἡ θερμὴ ἡλικία τοῦ χειμῶνος, ἡ ψυχρὰ δὲ τοῦ θέρους ἄμεινον, οὐκ ὠφέλειαν ἐξ ἡλίου καὶ πυρὸς καὶ ὥρας θερινῆς τοῖς ἐνθέρμοις φύσει γίνεσθαι νομίζειν αὐτὸν, ἀλλὰ καὶ βλάβην. καὶ τοίνυν τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον τὸ ἐνθέρμῳ δεόμενον ἔχειν ἑαυτῷ τι προσυπακουόμενον, ἤτοι κράσει ἢ φύσει ἢ σώματι ἢ ἀνθρώπῳ, ὃ διὰ τῆς ἀντιθέσεως ἐγνώσθη, σώματι καὶ ἀνθρώπῳ λελεγμένον μᾶλλον ἢ κράσει καὶ φύσει. πάντως γὰρ ἂν εἶπε, τῇ δ’ ἐναντίᾳ τἀναντία, τὸ τοῦ θήλεος γένους ἄρθρον, τὸ τῇ προτάξας τοῦ τοῖς ἀῤῥέσιν. γένοιτ’ ἂν οὖν ὁ σύμπας λόγος τοιοῦτος· τῇ πολυθέρμῳ σώματι, διὰ μὲν τῶν βρωμάτων καὶ τῶν πομάτων ἡ ἔνδοθεν ψύξις οἰκεία,
309
βλαβερὰ δ’ ἡ ἔξωθεν θερμασία δι’ ἡλίου καὶ πυρὸς καί ὥρας θερινῆς καὶ ἱματίων, ἐν οἷς ἅπασιν ἡ ξηρὰ θερμασία δηλοῦται. τὴν γὰρ ὑγρὰν καὶ σύμμετρον, ὁποῖα τῶν βαλανείων, ψύχειν ἐδείξαμεν τῇ δυνάμει. πρόδηλον δ’ ὅτι τὰ συνήθη ταῦτα βαλανεῖα λέγομεν ἐν τοῖς τοιούτοις ἀεὶ λόγοις, ἔνθα μὴ προστίθεμεν ὑδάτων αὐτοφυῶν ἢ θαλαττίων ἢ θειωδῶν ἢ στυπτηριωδῶν, ἐκεῖνα μὲν γὰρ ξηραίνει τε καὶ θερμαίνει, οὐ ψύχει, τῷ δ’ ἐναντίῳ φύσει σώματι τὰ ἐναντία προσυπακοῦσαι πάλιν ἐνταῦθα δεῖ, τῶν μὲν ὠφελούντων τὰ ὠφελήσαντα, τῶν δὲ βλαπτόντων τὰ βλάπτοντα, τὰ μὲν ὥσθ’ αἱρεῖσθαι, τὰ δὲ ὥστε φυγεῖν. εἰ γὰρ τὰς πολυθέρμους φύσεις ἐδέσμασί τε καὶ πόμασιν ἐκέλευσε ψύχειν, τὰς ψυχροτέρας δηλονότι τοῖς ἐναντίοις ἀξιώσει θερμαίνειν. καὶ μέντοι καὶ εἰ τὰς θερμοτέρας φύσεις ἔλεγεν ὑφ’ ἡλίου καὶ πυρὸς καὶ θέρους βλάπτεσθαι, τὰς ψυχροτέρας δηλονότι διὰ μὲν τούτων ὠφελήσεσθαι, διὰ δὲ τῶν ἐναντίων βλαβήσεσθαι δηλοῖ.

310
Βρώματα τὰ μὲν ταχέως κρατέεται, τὰ δὲ βραδέως.

Μόνος ὧν οἶδα Καπίτων ἔγραψεν ἀντὶ τοῦ βραδέως, ἐναντίως τὴν λέξιν ποιήσας τοιάνδε. βρώματα μὲν ταχέως κρατεῖται, τὰ δ’ ἐναντίως. ἡ γοῦν διάνοια καθ’ ἑτέραν λέξιν ἡ αὐτή. τὰ γὰρ ἐσθιόμενα διαφέρειν ἀλλήλων φησὶ, τῷ τὰ μὲν ταχέως κρατεῖσθαι ὑπὸ τοῦ σώματος, τὰ δὲ βραδέως. ἀκουστέον δὲ κρατεῖσθαι τὸ μεταβάλλεσθαι καὶ πέττεσθαι καὶ προστίθεσθαι καὶ ἐξομοιοῦσθαι τῷ σώματι. τῶν δὲ κατὰ μέρος ἐδεσμάτων τινὰ μέν ἐστι ταχέως πεττόμενα καὶ αἱματούμενα καὶ τρέφοντα, τινὰ δὲ βραδέως ἃ ἐν τρισὶν ὑπομνήμασιν, ἐν οἷς περὶ τῶν τῆς τροφῆς δυνάμεων διῆλθον ἀκριβῶς ἅπαντα.

311
Σάρκες ὁλκοὶ ἐκ κοιλίης καὶ ἔξωθεν. δηλοῖ ἡ αἴσθησις ὡς ἔκπνουν καὶ εἴσπνουν.

Ἕλκειν εἰς ἑαυτάς φησι τὰς σάρκας ἔκ τε κοιλίας καὶ ἔξωθεν. ἐκ μὲν τῆς κοιλίας δηλονότι τὸν ἐκ τῶν σιτίων τε καὶ ποτῶν χυλὸν, ὑφ’ οὖ τρέφεται, ἔξωθεν δὲ οὐκέθ’

312
ὁμοίως· ἄδηλον δ’ εἴτε τροφὴν εἴτ’ ἀέρα λέγει. δυνατὸν μὲν γὰρ τροφὴν ἕλκειν τὰς σάρκας ὥσπερ ἐκ τῆς κοιλίας, οὕτω κᾀκ τῶν ἔξω μερῶν εἰς τὸ βάθος ἀντεπισπᾶσθαι. δυνατὸν δὲ καὶ τὸν ἀέρα, διὰ δὲ τῶν καθηκουσῶν ἀρτηριῶν εἰς τὸ δέρμα φέρεσθαι πρὸς τὰς σάρκας, ἑλκόμενον ὑπ’ αὐτῶν, ὃ καὶ μᾶλλον ἔχεται τῆς κατὰ τὴν ὅλην ῥῆσιν ἀκολουθίας, διαπεφωνημένου δὲ τοῦ περὶ τῆς ὁλκῆς δόγματος. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν τε καὶ φιλοσόφων οὐδ’ ὅλως ὁλκὴν ἔφασαν εἶναι, τινὲς δ’ εἶναι μέν φασιν, ἐν ταῖς σαρξὶ δ’ οὐκ εἶναι. τὸ γράφειν δ’ ἀποδείξεις ἁπάντων τῶν τοιούτων ἐν ἐξηγητικοῖς ὑπομνήμασιν ἀδύνατον ἔφην εἶναι. πολλάκις τε γὰρ ἀναγκασθήσεται λέγειν τὰ αὐτὰ, πλῆθός τε καὶ μῆκος ὑπομνημάτων ἔσεσθαι μηδ’ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενον, ἀλλ’ οὐδὲ τὸν τῆς ζωῆς χρόνον ἱκανὸν ἔσεσθαι πρὸς τὴν τῶν Ἱπποκράτους βιβλίων ἐξήγησιν, ἥτις ἑκάστου δόγματος ἀεὶ τὰς ἀποδείξεις γράφει καθ’ ἑκάστην ῥῆσιν. ἔτι τε τοῖς ἀναγνωσομένοις ὀχληρὸν τὸ πρᾶγμα καὶ τοῖς κατασκευάσαι βουλομένοις τὰ ὑπομνήματα σὺν χρόνῳ
313
πολλῷ καὶ δαπανήμασί τε γραφήσεσθαι. βέλτιον οὖν ἔδοξεν ἐξηγεῖσθαι μὲν ἐν τούτοις τοῖς ὑπομνήμασι τὴν διάνοιαν ἑκάστης ῥήσεως, ὅπερ ἴδιόν ἐστιν ἐξηγητοῦ. προστιθέναι δὲ καὶ τὰς αἰτίας, ἐνίοτε τοῖς εἰρημένοις ὑπ’ αὐτοῦ κατὰ τὴν ἀκολουθίαν τῶν ἀποδεδειγμένων δογμάτων, αὐτὰ δὲ τὰ δόγματα μὴ κατασκευάζειν μὲν ἐνταῦθα, μόνον δ’ ἀναμιμνήσκειν ἐν τίσιν ἤδη βιβλίοις τῶν ὑπ’ ἐμοῦ γεγραμμένων ἀποδέδεικται καθάπερ καὶ νῦν, ὅτι μὲν ἑλκόντων τὸν οἰκεῖον χυμὸν ἐφ’ αὑτὰ τῶν τρεφομένων ἡ πρὸς αὐτὰ γίνεται φορὰ τῆς τροφῆς ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἀποδέδεικται. τὸ δ’ ἔκπνουν τε καὶ εἴσπνουν ὅλον τὸ σῶμα διά τε τοῦ περὶ χρείας ἀναπνοῆς ὑπομνήματος καὶ τοῦ περὶ χρείας σφυγμῶν, ὧν ἐν μὲν τῷ προτέρῳ λεχθέντι τὴν χρείαν τῆς ἀναπνοῆς ἐδείξαμεν εἶναι φυλακὴν τῆς συμμετρίας τοῦ κατὰ τὴν καρδίαν θερμοῦ. κατὰ δὲ τὸ περὶ χρείας σφυγμῶν τὴν καθ’ ὅλον τὸ σῶμα μετριότητα τῆς θερμασίας ἐκ τοῦ τῶν ἀρτηριῶν ἔργον φυλάττεσθαι. ταῦτ’ οὖν ἐστιν ἱκανὰ μόνα πρὸς τὴν τοῦ προτέρου μέρους τῆς
314
ῥήσεως ἐξήγησιν. ἐπὶ δὲ τὸ δεύτερον αὐτῆς ἤδη μετέλθωμεν, ἐν ᾧ τὸ δηλοῖ ἡ αἴσθησις, ὡς οὐ κατὰ συνήθειαν οὔθ’ Ἱπποκράτους οὔτε καθόλως Ἑλληνικῶς ἑρμηνευόμενον. ἐπηνορθώσαντο δέ τινες, οἱ μὲν κατὰ δοτικὴν πτῶσιν αἰσθήσει γράψαντες, ἵν’ ᾖ τὸ λεγόμενον ὑπ’ αὐτοῦ τοιόνδε· δῆλόν ἐστι τῇ αἰσθήσει ὡς ἔκπνουν καὶ εἴσπνουν εἴη τὸ σῶμα τῷ ζώῳ ὅλον, ἐπενηνέχθαι δὲ τούτοις τὸ σάρκες ὁλκοὶ ἐκ κοιλίας καὶ ἔξωθεν ὑπὸ τῆς αἰσθήσεως μαρτυρούμενον, ὅπερ ταὐτόν ἐστιν τῷ λέγειν, ὑπὸ τῶν ἐναργῶς φαινομένων ἡμῖν διὰ τῶν αἰσθήσεων. ἰδιωτῶν γε μὴν ἐνίων ἤκουσα θαυμαζόντων τὸ συμβὰν αὐτοῖς ἐπὶ τοῖς τῶν ποτίμων ὑδάτων λουτροῖς. ἔμπροσθεν γὰρ ἐξ ἡλίου θερμοῦ καὶ ὁδοιπορίας ἥκοντες αὐχμηρόν τε τὸ σῶμα καὶ τὸ στόμα ξηρότατον ἔφασαν ἔχειν, ἀμηχάνῳ τε δίψει συνέχεσθαι, μετὰ δὲ τὸ λουτρὸν ἄδιψοί τε γενέσθαι καὶ τὸ σῶμα σχεῖν ὑγρόν. ὁμοίως δὲ αὐτῷ καὶ τὸ σύμπαν σῶμα μαλακόν τε καὶ ὑγρὸν ἀπεργασθῆναι, τὸν ἔμπροσθεν αὐχμὸν ἀποθέμενον. ἔνιοι δὲ καὶ σαφῶς ᾐσθῆναι τοῦ σώματος ἔφασκον, ἕλκοντος εἰς
315
ἑαυτοὺς κατὰ τὰς δεξαμενὰς ὕδωρ. τοιαῦτα μὲν οὖν τινα, ἃ καὶ τοῖς ἰδιώταις φαίνεται, μαρτύρια τοῦ δόγματος ἐξ αἰσθήσεως λαμβανόμενα. τινὰ δ’ ἐκ λογικωτέρων ἀποδείξεων εὑρίσκεται τοῖς ἰατροῖς, ὧν ἐστι μία καὶ ἣν ἐφεξῆς αὐτὸς εἶπεν, ἣν γνώσεσθε κατὰ τὴν ἐχομένην ῥῆσιν. εἰς γὰρ τὴν προκειμένην ἀρκέσει καὶ ταῦτα, δυναμένων ἡμῶν ἐκ τῶν ὀρθῶς εἰρημένων φωρᾶσαι τὰ κακῶς τοῖς ἐξηγηταῖς γεγραμμένα.

Ἐνθερμότερον φλέβιον αἵματος πλήθει ἀνίσχει τὸ καυσῶδες καὶ εὐθὺς ἀποκρίνει.

Φλέβιον ἐνθερμότερον ἀκουστέον ἐστὶ τὴν ἀρτηρίαν, ὁμολογούντων ἁπάντων τῶν ἐξηγησαμένων τὰ Ἱπποκράτεια βιβλία φλέβας οὐχ ὑπὸ τούτου μόνου, ἀλλὰ καὶ πολλῶν ἄλλων παλαιῶν ὀνομάζεσθαι καὶ τὰς ἀρτηρίας. τοῦτ’ οὖν 

316
φησι τὸ φλέβιον, τὸ τοῦ αἵματος πλήθει θερμαινόμενον, ἀνίσχει τὸ καυσῶδες καὶ ἀποκρίνει. καυσῶδες δὲ λέγων τὸ γεννώμενον ἐκ τῆς θερμασίας, ὅπερ οἷον λίγνυς τίς ἐστι τοῦ θερμαινομένου χυμοῦ σφοδρότερον. τοῦτο δ’ ὡς ἂν θερμὸν τῇ κράσει καὶ λεπτὸν ὑπάρχον τῇ συστάσει, ῥᾳδίως ἀποκρίνεται. ταύτην ἐγὼ νομίζω πιθανωτέραν εἶναι τὴν ἐξήγησιν, εἴπερ γε δεῖ τὸ ἀληθὲς ἅμα καὶ τοῖς Ἱπποκράτους δόγμασιν ἀκόλουθον ἔχειν σκοπόν· ὅτι μὲν οὖν ἀληθές ἐστι τὸ νῦν εἰρημένον ὑπ’ ἐμοῦ δόγμα δέδεικται μὲν κᾀν τῷ περὶ χρείας ἀναπνοῆς, δέδεικται δὲ καὶ διὰ τοῦ περὶ χρείας σφυγμῶν. ἐν μὲν γὰρ ταῖς εἰσπνοαῖς, ἃς διά τε τοῦ στόματος καὶ παντὸς τοῦ δέρματος ἴσχει τὰ ζῶα, διττὴν ἀπεδείξαμεν ὠφέλειαν γίνεσθαι, τονοῦσθαι μὲν ἀεὶ ἐμψυχόμενον τὸ ἔμφυτον θερμὸν, ὅπως μὴ διαφορηθὲν ἀπόλοιτο, καὶ μάλισθ’ ὅταν αὐξηθῇ ποτὲ καθ’ ἡντινοῦν αἰτίαν. ἐπεγείρεσθαι δὲ καὶ ῥώννυσθαί ποτε βαρυνόμενον ὑπὸ πλήθους ὕλης ψυχρᾶς, ὃν τρόπον καὶ τὸ πῦρ ἐν τῷ ῥιπίζεσθαι. καὶ μέντοι καὶ αὐτὴν αὐτῷ τήνδε τὴν διπλῆν
317
κίνησιν, οἰκεῖόν τε καὶ σύμφυτον εἶναι γυμνάσιον εἰς εὐτονίαν ἄγον. αὕτη γὰρ χρεία τε καὶ φύσις γυμνασίων ἐστίν. ἐπεὶ τοίνυν ἔμπροσθεν εἰπὼν ὁ Ἱπποκράτης, σάρκες ὁλκοὶ καὶ ἔξωθεν, εἶτ’ ἐπὶ τούτῳ προσθεὶς, ὡς ἔκπνουν καὶ εἴσπνουν ἐστὶ τὸ σῶμα. τῆς μὲν οὖν εἰσπνοῆς αὐτῆς τὴν γένεσιν καὶ τὴν χρείαν ἐνεδείξατο διὰ τοῦ σάρκες ὁλκοὶ, περὶ δὲ τῆς ἐκπνοῆς οὐδὲν εἰπὼν εἰκότως ἐν τῇ νῦν προκειμένῃ ῥήσει περὶ αὐτῆς διῆλθε, ἐπὶ τῶν ἀρτηριῶν ποιησάμενος τὸν λόγον, ὄντα μὲν κοινὸν καὶ πρὸς τὴν καρδίαν, ἀμυδρότερον δὲ φαινόμενον. ὅτι δὲ κοινός ἐστι δῆλον ἐνθένδε, διὰ τὴν ἔμφυτον θερμασίαν ἐδείξαμεν γεννᾶσθαι τὸ λιγνυῶδες περίττωμα κατὰ τὸ αἷμα, καὶ μάλισθ’ ὅταν ᾖ θερμότερον. ἀποκρίσεως οὖν αὐτῷ χρεία δηλονότι καὶ ταύτην ἡ φύσις ἐτεχνήσατο, τοῖς μὲν ἐκ τῆς καρδίας ἐκκριθησομένοις διὰ τῆς ἐκπνοῆς, τοῖς δὲ καθ’ ὅλον τὸ σῶμα διὰ τῆς τῶν ἀρτηριῶν συστολῆς. τὰ μὲν οὖν ἐκ τούτων τε καὶ τῶν φλεβῶν, ἐδείχθησαν γὰρ αὐταῖς συνανεστομωμέναι, διὰ τοῦ δέρματος εὐθέως ἐκκρίνεται τῇ συστολῇ τῶν ἀρτηριῶν
318
ἐκθλιβόμενα. τὰ δ’ ἐκ τῆς καρδίας ὁ πνεύμων ὑποδέχεται πρότερος οἷόν τι ταμιεῖον τοῦ πνεύματος αὐτῇ παρεσκευασμένος, ἑλκούσῃ μὲν ἐν τῇ διαστολῇ, ἐκπεμπούσῃ δὲ ἐν ταῖς συστολαῖς. αὕτη μὲν ἡ ἡμετέρα γνώμη περὶ τῆς προκειμένης ῥήσεως καὶ δειχθήσεται μικρὸν ὕστερον ἡ ἑξῆς αὐτῇ γεγραμμένη φυλάττουσα τὴν ἀκολούθειαν καὶ πρὸς ταύτην μὲν αὐτὴν, οὐχ ἥκιστα δὲ καὶ τὴν προτεταγμένην αὐτῆς. ὅσοι δὲ περὶ καύσου γενέσεως ὑπέλαβον αὐτὸν ἐνταῦθα ποιεῖσθαι τὸν λόγον, πρῶτον μὲν εἴασαν ἐλλιπῶς εἰρημένον τὸν περὶ τοῦ σάρκες ὁλκοὶ λόγον. οὐ γὰρ ἕλκουσι μόνον εἰς ἑαυτὰς τὸ οἰκεῖον, ἀλλὰ καὶ τὸ μὴ τοιοῦτον ἐκκρίνουσι. τοῦ μὲν οὖν ἕλκειν ἡ χρεία προδηλοτέρα, τοῦ δ’ ἐκκρίνειν ἀδηλοτέρα, καὶ δεῖταί τινος εἰς πίστιν λόγου. μεταβῶμεν οὖν ἐπὶ τὴν ἐχομένην ῥῆσιν ἤδη συντελοῦσάν τι καὶ αὐτὴν, ὡς ἔφην ἀρτίως, εἰς διάκρισιν τῆς ἀμείνονος ἐξηγήσεως.

319
Καὶ οἷσι τὸ μὲν πῖον, χολὴ ξανθὴ, τὸ δ’ αἷμα μέλαινα.

Ἀναμνησθῆναι χρὴ περὶ τῶν δύο δοξῶν τῆς προεξηγουμένης ῥήσεως. ἡμεῖς γὰρ ἐλέγομεν αὐτὸν ἐπιδεικνύναι τὴν χρείαν τῆς διαπνοῆς, ὀνομαζομένης οὕτω τῆς δι’ ὅλου τοῦ σώματος ἐκ τῶν ἀρτηριῶν εἰς τοὐκτὸς φορὰς τοῦ πνεύματος, ὥσπερ τῆς διὰ τοῦ στόματος ἐκπνοῆς. ἔνιοι δὲ περὶ καύσου γενέσεως ἐνόμισαν εἶναι τὸν λόγον, οἷς οὐ πάνυ τι μαρτυρεῖν ἔφαμεν, τὸ ἀνίσχει τὸ καυσῶδες καὶ εὐθὺς ἀποκρίνει. μήτε γὰρ εὐθέως ἀποκρίνεσθαι κατὰ τοὺς καύσους, ἅπερ αὐτοί φασι δι’ ἐμέτων ἢ τῆς κάτω γαστρὸς ἐκκενοῦσθαι, μήτ’ ἀναγκαῖον εἶναι προσκεῖσθαί τι τῶν τοῦ καύσου συμπτωμάτων τῷ περὶ τῆς γενέσεως αὐτοῦ λόγῳ, τὴν δ’ ἡμετέραν ἐξήγησιν ἀμείνονα τῆσδε φαμὲν εἶναι, πρῶτον μὲν ἐκ τοῦ τῶν ἐγκλημάτων τούτων ἐκτὸς εἶναι, δεύτερον δὲ κᾀκ --- τὸ δόγμα πᾶν φαίνεσθαι διδασκόμενον ἐν τῷ λόγῳ

320
περὶ τῆς εἴσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος, ἣν ἀπεδείξαμεν ἐν τισὶν ἡμετέροις ὑπομνήμασιν, οὐ μόνον ἐν ταῖς διὰ τοῦ στόματος ἀναπνοαῖς, ἀλλὰ καὶ ταῖς καθ’ ὅλον τὸ σῶμα διαπνοαῖς γίνεσθαι, τινῶν μὲν ἕνεκα γενέσεως πνεύματος ψυχικοῦ, καθάπερ Ἀσκληπιάδης, ἐνίων δ’, ὡς Ἐρασίστρατος, οὐ τούτου μόνου, ἀλλὰ καὶ ζωτικοῦ, τινῶν δ’ ἕνεκα θρέψεως τῶν πνευμάτων τούτων τὰς εἰσπνοὰς γίνεσθαι λεγόντων, ἀπορουμένων δ’ ἐν τῷ τὴν χρείαν ἀποδιδόναι τῆς ἐκπνοῆς ὁ Ἱπποκράτης, ὡς ἐδείξαμεν ἐν τοῖς προειρημένοις ὑπομνήμασιν, ἀληθῆ χρείαν οὐ μόνον τῆς διὰ τοῦ στόματος ἐκπνοῆς, ἀλλὰ καὶ τῆς καθ’ ὅλον τὸ σῶμα διῆλθεν ἐν τῷ προκειμένῳ λόγῳ. τοὺς δ’ ἐξηγησαμένους ἑτέρως μέμψασθαι δίκαιον, ἐπιλανθανομένους τίνος ἐξηγοῦνται βιβλίον. οὐ γὰρ ἂν εἰς ἄλλων ἀνδρῶν ὑπέσυρον τὸ δόγμα, τὴν ἀκολουθίαν ἀπολιπόντες ὧν Ἱπποκράτης ἠβουλήθη. σαφῶς γοῦν εἰπόντος αὐτοῦ τὰς σάρκας ὁλκοὺς ἐκ κοιλίας καὶ ἔξωθεν, ὃ διαφέρει πάμπολυ τοῦ νομίζειν, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὴν ἐκ τῆς κοιλίας ἀνάδοσιν 
321
τῆς τροφῆς ἐν τῷ σώματι γίνεσθαι. πρῶτον μὲν ἐχρῆν ἐννοῆσαι μὴ μόνον ἑλκτικὴν τῶν οἰκείων εἶναι δύναμιν ἐν αὐταῖς, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἀποκριτικήν. ἕπεται γὰρ τοῦτο τοῖς ὑποθεμένοις προνοητικὴν εἶναι τὴν φύσιν τῆς τοῦ ζώου διαμονῆς, ὧν εἷς ἦν καὶ Ἐρασίστρατος, δεύτερον δέ τί ποτέ ἐστι τὸ τῆς ἐκκρίσεως δεόμενον εἰπεῖν. οὐ γὰρ δήπου τὸ αἷμα φήσουσιν ἐξ οὗ τρέφεται τὸ σῶμα. τούτων οὖν ἐκεῖνοι μὲν οὐδέτερον ἔπραξαν, ὁ δὲ Ἱπποκράτης ὡς ὑπὸ τῶν αἰσθήσει φαινομένων ἑκάτερον ἐναργῶς μαρτυρεῖται προειπὼν, ἐφεξῆς ἐπὶ τὴν χρείαν μετέβη τῆς καθ’ ὅλον τὸ σῶμα διαπνοῆς, τὴν τῆς γενέσεως ἀναγκαίαν αἰτίαν εἰπὼν τῶν λιγνυωδῶν περιττωμάτων. ἡ γάρ τοι κατὰ τὸ σῶμα τῶν ζώων θερμασία περιττώματα ποιεῖ τοιαῦτα συνεχοῦς κενώσεως δεόμενα. καὶ τοίνυν ἐν τῇ προκειμένῃ ῥήσει τὴν ὕλην τῆς τῶν περιττωμάτων γενέσεως ἐδείξαμεν. ὡς γὰρ ἡ πλείων θερμασία γεννᾶν αὐτὰ πέφυκεν, οὕτως καὶ ὗλαί τινες εἰσιν ἐπιτήδειοι πρὸς τὴν γένεσιν αὐτῶν, εὐλόγως οὖν ἐμνημόνευσε τῆς μελαίνης χολῆς. ἐμάθετε
322
γὰρ τὴν γένεσιν αὐτῆς εἶναι διττὴν, ἔκ τε παχέος αἵματος καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης. εἰ δέ γε περὶ καύσου γενέσεως ὁ λόγος ἦν αὐτῷ, μάτην ἂν ἐμέμνητο μελαίνης χολῆς, ὥστε κᾀκ τούτου δῆλον εἶναι τὴν ἡμετέραν ἐξήγησιν ἀληθεύειν τε ἅμα καὶ ὁμολογεῖν τοῖς Ἱπποκράτους δόγμασιν, τὴν δ’ ἐκείνων διαφέρεσθαι. τὴν δ’ αὐτὴν ταύτην ῥῆσιν εἴρηκε κατ’ ἄλλο μέρος τοῦ βιβλίου, ἡμεῖς αὐτοὶ προεξηγησάμεθα, καθ’ ἣν καὶ τοῦτο ἐλέγομεν, ὅτι τὸ πῖον, οὐ μόνον ἐπὶ τοῦ λιπαροῦ καὶ πιμελώδους εἰρῆσθαι χρὴ νομίζειν, ἀλλὰ κᾀπὶ τοῦ γλυκέος παντὸς, ὡς περιλαμβάνεσθαι τῷ λόγῳ καὶ τὸ μέλι καὶ τὸ σίραιον, ὅπερ ἕψημα καλοῦσιν οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν Ἕλληνες.