In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ὅταν ἀφροδισιάζειν ἄρχωνται ἢ τραγίζειν, αἱμοῤῥαγέουσιν.

Αἱμοῤῥαγέουσιν ἐκ ῥινῶν ἑτοίμως οὐ μόνον νοσοῦντες, ἀλλὰ καὶ οἱ ὑγιαίνοντες, οἱ τὴν ἡλικίαν ἄγοντες ταύτην, ἐν ᾗ συμβαίνει τὸ καλούμενον τραγίζειν. οὗτοί γε καὶ ἀφροδισιάζειν ἤδη δύνανται. καὶ πρότερον μὲν οὖν εἶχον αἷμα πολὺ, παῖδες ὄντες, ἀλλ’ εἰς τὴν αὔξησιν οὐκέθ’ ὁμοίως πολύ. τὸ δ’ αἷμα θερμότερον αὐτοῖς γίνεται, διὰ τοῦτ’ οὖν αἱμοῤῥαγοῦσιν. μεμνῆσθαι δ’ ὑμᾶς οἶμαι τὰς μὲν ἐξ ἄλλων μορίων γινομένας αἱμοῤῥαγίας μετὰ τῆς τοῦ τόπου προσηγορίας λεγομένας ἀεὶ, τὰς δ’ ἐκ τῆς ῥινὸς ἔσθ’ ὅτε καὶ χωρὶς τοῦ μέρους.

74
Ἐν τῇσι δὲ προσόδοισιν ἔστιν οἳ ἀποψοφέουσιν, ὡς Ἀρκεσίλαος. οἱ δὲ μέλλοντες φρικώδεες, ῥικνώδεες. οἱ δ’ ἐπὴν προσέλθωσι, φυσῶντες κοιλίην, οἷον Δαμαγόρας.

Εἴρηκα πολλάκις ὡς εἰ μὲν τὰ πάνυ κακῶς εἰρημένα πολλοῖς τῶν ἐξηγητῶν ἐλέγχοιμι, δυσχεραίνουσιν ἅπαντες τῷ μήκει τῶν ὑπομνημάτων. εἰ δ’ ἀνέλεγκτα παραλείποιμι τῶν μετριωτέρων μνημονεύων, οἱ νῦν ἔχοντες ἐξ ἑαυτῶν ὁρμώμενοι καὶ τὰ παραλελειμμένα κρῖναι δυνήσονται. καὶ νῦν οὖν οὕτω πράξω. τὸ μέντοι προσόδοισιν ἅπαντες σχεδὸν ἤκουσαν ἐπὶ τὸ πρὸς γυναῖκα μίξεως, ὥσπερ γε καὶ τὸ ἀποψοφέουσιν, ἐπὶ τοῦ φύσας προΐεσθαι. καὶ περὶ μὲν τούτου καὶ μικρὸν ἔμπροσθεν εἴρηται, τὸ δ’ ἐφεξῆς γεγραμμένον, οἱ δὲ μέλλοντες φρικώδεες, ῥικνώδεες, τοιόνδε τι δηλοῖ. τινὲς τῶν ἐπιχειρούντων ἀφροδισίοις ἐν τῷ

75
διαθερμαίνεσθαι φρικώδεις γίνονται, καθ’ ὃν λόγον ἤδη πολλάκις ἐμάθετε τοὺς κακοχύμους ἅπαντας, ὅταν ἀθροώτερον θερμαίνωνται, τοῦτο πάσχοντας. ἔνιοι δ’ ἀντὶ τοῦ φρικώδεες ῥιγῶσι γράφουσιν, ὃ δοκεῖ μοι πάνυ σπάνιον εἶναι καὶ μεγίστης κακοχυμίας σημεῖον, ὥστ’ οὐδ’ ἔγνων τινὰ ῥιγοῦντα κατὰ τὴν ἀρχὴν τῆς μίξεως. ἀλλὰ καὶ τὸ ῥικνώδεες ἔνιοι κακώδεες γράφουσιν. ἐξηγοῦνται δέ τινες ἐπὶ τοῦ κακοῦσθαι τὸ σῶμα λελέχθαι τοὺς κακώδεις, ἔνιοι δ’ ἐπὶ τοῦ κακὸν ὄζειν. περὶ δὲ τοῦ κατὰ τὴν κοιλίαν τινὰς ἐμφυσᾶσθαι πρόσθεν εἴρηται. Διοσκορίδης δὲ καὶ ταύτην τὴν ῥῆσιν ὡς μυρίας ἄλλας μετέγραψεν εἰς ἣν αὐτὸς ἐβούλετο λέξιν, ὡς εἶναι τὴν ὅλην ῥῆσιν τοιάνδε· ἐν τοῖσι προσόδοισιν ἔστιν οἷον ἀποψοφέοντες, οἷον Ἀρκεσίλαος, ἵνα δυσώδεις εἶναι τὰς φύσας αὐτοῦ νοήσωμεν. ὅ γε μὴν Καπίτων καὶ αὐτὸς εἰς πολλὰ πάνυ μεταγράφων τήνδε τὴν λέξιν τοιαύτην ἐποίησεν. ἐν τῇσι προσόδοισιν οἱ ἀποψοφέουσιν, οἷον Ἀρκεσίλαος, οἱ δὲ μέλλοντες ῥιγοῦσι ῥικνώδεις.

76
Αἱ μεταβολαὶ φυλακτέαι.

Ἀσφαλέστερον ἐν ἄλλοις τέ τισι καὶ τοῖς ἀφορισμοῖς εἴρηκε τοῦτο, προκειμένου τοῦ κατὰ πολὺ καὶ ἐξαπίνης. οὔτε γὰρ αἱ κατὰ τὸ περιέχον ἡμᾶς οὔθ’ αἱ πρὸς ἡμῶν αὐτῶν γινόμεναι κατὰ βραχὺ μεταβολαὶ τὸ σφαλερῶς ἔχουσι. μόναι δ’ αἱ ἀθρόαι σφαλεραὶ πρὸς ὑγείαν εἰσὶ καὶ διὰ τοῦτο τοιαύτας χρὴ φυλάττεσθαι. φυλαξώμεθα δὲ τὰς μὲν κατὰ τὸ περιέχον ἔνδον τε διατρίβοντες τὰ πλεῖστα καὶ τῇ τῶν ἐναντίων προσαγωγῇ, ξηραίνοντες μὲν τὸ σῶμα κατὰ τὰς ὑγρὰς μεταβολὰς, ὑγραίνοντες δὲ κατὰ τὰς εἰς ξηρότητα, κατὰ δὲ τὸν αὐτὸν λόγον θερμαίνοντές τε καὶ ψύχοντες, ὁπότε τούτων ἑκατέρου καιρός. ἐν δὲ τῇ διαίτῃ τὰς μεταβολὰς ἐφ’ ἡμῖν αὐτοῖς ἐστι φυλάττεσθαι, μήτ’ ἐκ γυμνασίων ἀθρόως εἰς ἀργίαν μήτ’ ἐξ ἀργίας εἰς γυμνάσια μεθισταμένοις, ἀλλὰ μηδ’ ἐξ ἀλουσίας ἐπὶ λουτρὸν, μηδ’ ἐκ λουτρῶν εἰς ἀλουσίαν, μηδ’ ἐξ ὑδροποσίας εἰς οἴνου πόσιν

77
ἢ ἐξ οἴνου πόσεως εἰς ὑδροποσίαν, ἐπί τε τῶν ἄλλων ἁπάντων ὡσαύτως. οὗτος μὲν οὖν ὁ λόγος ἀληθής· ἐστιν ἅμα καὶ πολλάκις ὑφ’ Ἱπποκράτους εἰρημένος. οὐκ οἶδα δὲ τί παθόντες ἔνιοί φασι χρῆν προσυπακοῦσαι τῷ, αἱ μεταβολαὶ φυλακτέαι, τὸ τῶν ἡλικιῶν. ἐν ἀφορισμοῖς γὰρ αὐτὸς εἰπὼν τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁπωσοῦν τὸ σῶμα κινέειν σφαλερὸν, καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον, οὐκ ἐμνημόνευσεν ἡλικιῶν. οὔτε γὰρ τὸ πολὺ τῇ φύσει κατ’ αὐτάς ἐστι κατὰ βραχὺ μεθισταμένας, οὔτε φυλακῆς τινος δέονται περιττοτέρας περὶ τὰ κοινὰ τῶν ὑγιεινῶν παραγγελμάτων, καθάπερ οὐδ’ ὅταν αἱ ὧραι κατὰ βραχὺ τὴν μεταβολὴν ποιοῦνται, ταύτας μὲν οὖν ὁρῶμεν ἐνίοτε μεγάλας ἀθρόως τὰς ὑπαλλαγὰς εἰς τἀναντία ποιουμένας. ἡλικίαν δ’ οὐδεμίαν ἀθρόως πεσοῦσαν ἴσμεν, ὥστε τὸν παῖδα κατὰ τὴν ὑστεραίαν ἄνδρα γενέσθαι μὴ κατὰ βραχὺ, διά τε τῆς τῶν ἐφήβων καὶ τῶν μειρακίων ἡλικίας ὁδοιπορήσαντα.

78
Ὀλιγοσιτίη ἄκοπον, ἄδιψον.

Εἰρηκὼς καθόλου φυλάττεσθαι χρῆναι τὰς μεταβολὰς, ἕν τι τῶν εἰς φυσικὴν διαφερόντων ἔγραψεν ἐφεξῆς εἰς ἀνάμνησιν ἑαυτῷ. κατὰ γὰρ τὰς ἀμφοτέρας μεταβολὰς, τάς τε τοῦ περιέχοντος καὶ τὰς τῶν ἡμετέρων ἐπιτηδευμάτων τε καὶ τῆς ὅλης διαίτης, ὀλιγοσιτίην τε καὶ τὸ ἄδιψον καὶ τὸ ἄκοπον ἐν ἅπασιν οἷς πράττομεν ἔχειν σκοπόν. οἱ δ’ ἐξηγηταὶ τὴν ὀλιγοσιτίαν ἔφασαν ἄδιψόν τε καὶ ἄκοπον εἶναι. ψεῦδος δέ ἐστιν, ἐὰν ὡς καθόλου λέγηται, τοῖς μὲν γὰρ φλεγματώδεις ἔχουσι χυμοὺς ἢ χρηστὸν αἷμα πολὺ, ἄκοπόν ἐστι καὶ ἄδιψον ἡ ὀλιγοσιτία, τοῖς δὲ χολώδεσιν ἢ ἐνδεέσιν οὔτε ἄκοπον οὔτε ἄδιψον, ὡς αὐτὸς ἐν τοῖς περὶ διαίτης ὀξέων ἐδίδαξεν. ἔτι δὲ χεῖρον ὑπειλήφασιν οἱ γράψαντες ἀσιτία ἄκοπον, ἄδιψον. ἀλλ’ οὗτοι μὲν ἐσχάτως

79
ἀμαθεῖς, ἀγνοῦντες ἃ μηδὲ τῶν ἰδιωτῶν τις ἀγνοεῖ. τινὲς δὲ κατὰ τὸ τέλος τῆς ῥήσεως προστιθέασι τὸ πεινῶντι καί φασι τὴν ὀλιγοσιτίαν ἄκοπον καὶ ἄδιψον εἶναι τῷ πεινῶντι. πεινῶντα δ’ εἰρῆσθαί φασι τὸν τῆς ἐνδείας αἰσθανόμενον, καίτοι βέλτιον εἴη λέγειν τῷ μὲν ἐνδείας αἰσθανομένῳ τὴν ὀλιγοσιτίαν οὐκ ἐν καιρῷ παραλαμβάνεσθαι, τῷ δ’ οὐκ αἰσθανομένῳ χρήσιμον εἶναι, δῆλον γάρ ἐστιν ὅτι πληθωρικῶς διάκειται.