In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἦν δὲ τῶν καύσων τὰ παθήματα οἷσι μὲν καλῶς καὶ δαψιλέως διὰ ῥινῶν ᾑμοῤῥάγησαν καὶ διὰ τοῦτο μάλιστα σώζεσθαι, καὶ οὐδένα οἶδα εἰ καλῶς αἱμοῤῥαγήσειεν ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα. ἐν Φιλίσκῳ γὰρ καὶ Ἐπαμίνοντι καὶ Σιλήνῳ, τεταρταίῳ καὶ πεμπταίῳ, σμικρὸν ἀπὸ ῥινῶν ἔσταξε καὶ ἀπέθανον.

Καὶ ἄλλως μὲν ἴδιόν ἐστι καύσων πυρετῶν αἱμοῤῥαγίαις ταῖς ἐκ ῥινῶν ὡς τὰ πολλὰ κρίνεσθαι καὶ τότε πλείους αἱμοῤῥῆσαί φησι. καὶ μέντοι καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα πάντα τῶν κατὰ μέρος γεγραμμένων ἑκάστοισιν ἓν ἔχει τοῦτο κεφάλαιον. ὅσοις μὲν αἱμοῤῥαγίαι τελέως ἐγίνοντο, σωθῆναι τούτους, οἷς δ’ ἐλλιπῶς ἢ οὐδ’ ὅλως ἦν στάξις αἵματος ἐκ ῥινῶν, μόνους διαφθαρῆναι τούτους. ἐν ἄλλοις

167
δέ τισι φυσικῶν ἄλλων ἐκκρίσεων ἤτοι διὰ γαστρὸς ἢ δι’ οὔρων γενομένων σωθῆναι.

Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσούντων περὶ κρίσιν ἐῤῥίγουν καὶ μάλιστα οἷσι μὴ αἱμοῤῥαγίαι, ἐπεῤῥίγουν δ’ οἱ αὐτοὶ καὶ ἐξίδρουν.

Ἐν τοῖς περὶ ῥίγους λόγοις ἐδείχθη διὰ τὸν πικρόχολον ὁρμὴν ἔχοντα φέρεσθαι διὰ τῶν αἰσθητικῶν καὶ σαρκωδῶν σωμάτων ἐπὶ τὴν ἔκκρισιν ἕπεσθαι τὸ ῥῖγος. ἐδείχθη δὲ ὅτι καὶ τῇ κινήσει ταύτῃ κατὰ λόγον ἐστὶν ἀκολουθεῖν ἱδρῶτας, ἐνίοτε δὲ καὶ χολώδεις ἐμέτους καὶ διαχωρήσεις.

Ἔστι δ’ οἶσιν ἴκτεροι ἑκταίοισιν, ἀλλὰ τούτοισιν ἡ κατὰ κύστιν κάθαρσις ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλησεν
168
ἢ δαψιλὴς αἱμοῤῥαγίη οἷον Ἡρακλείδης, ὃς κατέκειτο παρὰ Ἀριστοκλείδῃ, καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμοῤῥάγησε καὶ ἡ κοιλία ἐπεταράχθη καὶ τὰ κατὰ κύστιν ἐκαθήρατο. ἐκρίθη δὲ εἰκοσταῖος, οὐχ οἵαν ὁ Φαναγορέων οἰκέτης, ᾧ οὐδὲν τούτων ἐγένετο, ἀπέθανεν.

Οἷς οὐκ ἠδυνήθη τὴν χολὴν ἡ φύσις ἐκκρῖναι, τούτοις ἀθροισθεῖσα κατὰ τὸ δέρμα τοὺς ἰκτέρους εἰργάσατο. μοχθηρὸν δὲ τὸ πρὸ τῆς ἑβδόμης αὐτοὺς γενέσθαι, καθότι κἀν τοῖς ἀφορισμοῖς εἴρηται. καὶ τούτων δ’ αὐτῶν ἐκεῖνοι μόνοι ἐσώθησαν, οἷς ἂν ἡ φύσις ἠδυνήθη δι’ ἑτέρου τρόπου τὴν περιουσίαν ἐκκρῖναι. τριῶν δὲ τούτων ἐμνημόνευσεν, ἐκκρίσεων οὔρων, γαστρὸς ἐκταράξεως καὶ αἱμοῤῥαγίας. ἐνίοις δὲ καὶ ταῦτα πάντα γίνεσθαί φησιν, ὥσπερ τῷ Ἡρακλείδῃ, καὶ κριθῆναι τοῦτον εἰκοσταῖον.

169
Αἱμοῤῥαγίαι δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ τοῖσι μειρακίοισι καὶ ἀκμάζουσι καὶ ἔθνησκον πλεῖστοι τούτων οἶσι μὴ αἱμοῤῥάγει. πρεσβυτέροισι δὲ ἐς ἰκτέρους ἢ κοιλίαι ταραχώδεες ἢ δυσεντεριώδεες, οἷον Βίωνι τῷ παρὰ Σιλήνῳ κατακειμένῳ. ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος καί τισι διανοσησάντων, οἷσι καὶ αἱμοῤῥαγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησαν, οἷον τῷ Ἐράτωνος τῷ παιδὶ καὶ Μύλῳ, πολλῆς αἱμοῤῥαγίης γενομένης ἐς δυσεντεριώδεα κατάστασιν περιεγένοντο.

Μειρακίοισι μὲν ὅτι κατὰ λόγον ᾑμοῤῥάγει πρόδηλον, ἐφεξῆς δ’ αὐτῶν καὶ τοῖς ἀκμάζουσι. τοῖς δὲ τούτων πρεσβυτέροις ἀσθενεστέρας τε τῆς δυνάμεως οὔσης καὶ τῆς ἐμφύτου θερμασίας ἐλάττονος εἰς ἰκτέρους μᾶλλον ἡ ἀπόθεσις ἐγένετο τῆς πλεοναζούσης χολῆς. ἐγένετο δ’ ἐνίοις καὶ διὰ γαστρὸς ἔκκρισις ταραχώδης ἢ δυσεντεριώδης, οἷς ἐντεῦθεν

170
ἔῤῥευσε τὸ περιττὸν τῆς κοιλίας. ἐκ τούτων οὖν τῶν προειρημένων καὶ μέντοι καὶ τῶν ἑξῆς εἰρησομένων οὐκ ἄδηλον ἔσται σοι τὰς ἐν τοῖς καύσοις αἱμοῤῥαγίας γίνεσθαι διὰ τὴν ἐπικρατοῦσαν ξανθὴν χολὴν, ἥτις μεμιγμένη τῷ αἵματι, διακαίουσά τε τοῦτο καὶ σὺν αὐτῷ πολλὴν θερμασίαν ἀναφέρουσα πρὸς τὴν κεφαλὴν, ὅταν ῥήξῃ τὰς ἐν τῇ ῥινὶ φλέβας, αἱμοῤῥαγίας ἐργάζεται.

Πολὺς μὲν οὖν καὶ μάλιστα ὁ χυμὸς οὗτος ἐπεπόλασεν. ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμοῤῥάγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη. τούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν καὶ εἰς ἄκρον ἰσχίον. ἀλγημάτων δὲ μετὰ κρίσιν γενομένων καὶ οὔρων λεπτῶν διεξιόντων αἱμοῤῥαγέειν σμικρὰ ἤρξαντο. περὶ δὲ τετάρτην καὶ εἰκοστὴν ἐγίνοντο εἰς αἱμοῤῥαγίαν ἀποστάσεως Ἀντιφῶντι τῷ Κριτοβούλου, ἀπεπαύσατο καὶ ἐκρίθη τελέως περὶ τεσσαρακοστήν.
171

Διὰ κίνδυνον δηλονότι καὶ δεῖ ἀγὼν ὅσους μικροῦ τοῦ σωθῆναι τούτους ὑπῆρξε, μόγις ἀπὸ τῆς τετάρτης καὶ εἰκοστῆς καὶ τῆς τεσσαρακοστῆς δι’ αἱμοῤῥαγίας ὠφεληθεῖσε.

Γυναῖκες δ’ ἐνόσησαν μὲν πολλαὶ, ἐλάσσους δ’ ἢ ἄνδρες καὶ ἔθνησκον ἥσσους. ἐδυστόκεον δὲ πλεῖσται καὶ μετὰ τοὺς τόκους ἐπενόσεον καὶ ἔθνησκον αὖται μάλιστα, οἷον Τελεσβούλου θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. τῇσι μὲν οὖν πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο. ἔστι δ’ οἶσιν ἐκ ῥινῶν ᾑμοῤῥάγησε καὶ παρθένοισι πολλῇσι τότε πρῶτον ἐγένετο. ἔστι δ’ οἷσι καὶ ἐκ ῥινῶν καὶ τὰ γυναικεῖά τισιν ἐπεφαίνετο, οἷον τῇ Δαιθαρσέως θυγατρὶ παρθένῳ τότε ἐπεφαίνετο πρῶτον καὶ ἐκ ῥινῶν λάβρον ἐῤῥύη καὶ οὐδεμίην οἶδα ἀποθανοῦσαν, ᾗσι τούτων τι καλῶς γένοιτο, ᾗσι δὲ συνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα.
172

Εἰκότως ἦν τὰς γυναῖκας ἧσσον τῶν ἀνδρῶν νοσῆσαι καὶ διακινδυνεῦσαι, ὡς δι’ αἱμοῤῥαγίας τὰς κρίσεις ἐργασαμέναις, ὡς ἂν ἐχούσαις σύμφυτον βοήθημα τὴν ἔμμηνον κένωσιν. ἐδυστόκησαν δὲ διὰ τὴν κατάστασιν ψυχρὰν οὖσαν. ἀλλὰ καὶ ἐν αἷς ἐφάνη τι νόσημα, καὶ αὗται διέφθειραν τὰ ἔμβρυα κατὰ τὸν αὐτὸν λόγον.

Οὖρα δὲ τοῖς πλείστοισιν εὔχροα μὲν, λεπτὰ δὲ καὶ ὑποστάσεις ὀλίγας ἔχοντα διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσιν, πολλοῖσι δὲ τῶν ἄλλων κεκριμένων ἐς δυσεντερίας τελευτᾷ, οἷον Ξενοφάνει καὶ Κριτίᾳ.

Καὶ ταῦτα μὲν εἶναι λεπτὰ οὖρα, τουτέστιν ὑδατώδη φησὶ καὶ μέντοι καὶ κατ’ ὀλίγα πάλιν ἔγραψεν·

173
Οὖρα δὲ ὑδατώδεα πολλὰ, καθαρὰ, λεπτὰ μετὰ κρίσιν καὶ ὑποστάσιος πολλῆς γενομένης καὶ τῶν ἄλλων καλῶς κεκριμένων. ἀναμνήσομαι οἶσιν ἐγένετο, Βίωνι, ὃς κατέκειτο παρὰ Σιληνὸν, Κρατίῃ τῇ παρὰ Ξενοφάνους, Ἀρέτωνος παιδὶ, Μνησιστράτου γυναικί.

Διελθὼν τὰ ὀνόματα τῶν οὐρησάντων τοιαῦτα ἐφεξῆς φησί.

Μετὰ δὲ ταῦτα δυσεντεριώδεις ἐγένοντο οὗτοι πάντες, ἠράγε οὖρα ὅτι οὔρησαν ὑδατώδεα σκεπτέον.

Εἰκὸς γὰρ ἦν καὶ διότι τοῖς οὔροις οὐκ ἐξεκαθάρθη τὸ χολῶδες, ἐπὶ γαστέρα ῥυὲν, τὰς δυσεντερίας ἐργάσασθαι. εἰκὸς δὲ καὶ διὰ πολλὰς πλεονεξίας τοῦ χυμοῦ τούτου γεγονέναι

174
καὶ εἰ μὴ χολώδη τοῖς οὔροις ἐξεκενώθησαν, ἐκ τοῦ περιττεύοντος ἔτι κατὰ τὸ σῶμα, τὴν δυσεντερίαν αὐτοῖς γενέσθαι.

Περὶ δ’ ἀρκτοῦρον ἑνδεκαταίοισι πολλοῖς ἔκρινε καὶ τουτέοισιν οὐ κατὰ λόγον γινόμεναι ὑποστροφαὶ ὑπέστρεφον. ἦσαν δὲ καὶ κωματώδεες περὶ χρόνον τοῦτον. πλείω δὲ παιδία, καὶ ἔθνησκον ἥκιστα οὗτοι πάντων.

Εὔδηλον ὅτι τῆς κατὰ τὸ δεύτερον ἔτος ἐπιτολῆς ἐκ τούτου μέμνηται, γεγραμμένης ἐπὶ τέλει τῆς διηγήσεως. αὕτη τοίνυν ἐγένετο νότιος, τοὺς ὑετοὺς ἔχουσα μέχρι τῆς φθινοπωρινῆς ἰσημερίας. ἐν τούτῳ δὴ τῷ χρόνῳ φησὶν ἑνδεκαταίους πολλοὺς ἀσφαλῶς κριθῆναι γενομένους ἅμα κωματώδεις, διὰ τὴν νότιον δηλονότι κατάστασιν. διὰ δὲ τὴν αὐτὴν καὶ αἱ κρίσεις αὐτοῖς ἐγίνοντο βεβαιότεραι

175
τῶν κατὰ τὸν ἄλλον χρόνον, ἡνίκα ἐπεκράτει τοῦ περιέχοντος ἡ ψυχρὰ κρᾶσις, ἐν ᾗ χρονίας ἔφη γενέσθαι τὰς κρίσεις. τοῦ μέντοι μεταξὺ κυνὸς καὶ ἀρκτούρου, θερμὴν καὶ ξηρὰν ἔχοντος κατάστασιν, οὐκ ἐμνημόνευσεν, ἐν ᾗ μᾶλλον εἰκὸς ἦν ὀξέως κριθῆναι πολλοὺς, ὡς μηδὲ τὴν ἑβδόμην ὑπερβῆναι. μή τι οὖν τοῦτο μὲν ὡς οἰκεῖον τοῦ καιροῦ παρέλιπε, τὰ δ’ ἐπιδημήσαντα μόνα διέρχεται.

Περὶ δ’ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν καὶ οἱ καῦσοι, ἀτὰρ καὶ φρενιτικοὶ τηνικαῦτα πλεῖστοι ἐγίνοντο καὶ ἔθνησκον τούτων πλεῖστοι.

Τοὺς καύσους καὶ τὰς φρενίτιδας ὁ μὲν αὐτὸς ἐργάζεται χυμὸς, οὐ τὸν αὐτὸν δὲ τόπον ἔχων. ἐν μὲν γὰρ ταῖς εὐρυχωρίαις τῶν ἀγγείων περιεχομένης τῆς ξανθῆς χολῆς

176
ἅμα τῷ αἵματι, συμβαίνει καθ’ ὃν ἂν τρόπον ἐκπυρωθῇ, τοὺς καύσους γίνεσθαι, καὶ μάλιστα ὅταν ἐν ταῖς κατὰ γαστέρα καὶ ἧπαρ ἢ κατὰ πνεύμονα φλεψὶν ἡ ζέσις γένηται τῆς χολῆς. ὅταν δ’ εἰς τὰ στερεὰ μόρια τοῦ σώματος ἀφικνῆται καὶ δι’ αὐτῶν φέροιτο, ῥῖγος ἐργάζεται. κατὰ δὲ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας στηριχθεῖσα τὰς φρενίτιδας ἐργάζεται. πρὶν δὲ στηριχθῆναι, διαῤῥέουσα κατὰ τὰς ἐν αὐτοῖς φλέβας, οὐ φρενίτιδας, ἀλλὰ τὰς ἐν ταῖς ἀκμαῖς τῶν πυρετῶν ἐπιφέρει παραφροσύνας. ἡ τοίνυν ἔμπροσθεν ἐν ταῖς κάτω φλεψὶ τὸν καῦσον ἐργαζομένη χολὴ, κατὰ τὴν ἀπ’ ἀρκτούρου μέχρι τῆς ἰσημερίας νότιον κατάστασιν, εἰς τὴν κεφαλὴν ἀναληφθεῖσα καὶ στηριχθεῖσα κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας ἐγέννησε τὰς φρενίτιδας.